Acts, Chapter 17
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 309.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1διοδευϲαντεϲ δε την πολιν και την απολλωνιαν ηλθον ειϲ θεϲϲαλονικην οπου ην ϲυναγωγη των ϊουδαιων ˙ 2κατα δε το ειωθοϲ τω παυλω ειϲηλθεν προϲ αυτουϲ και επι ϲαββατα τρια διελεξατο αυτοιϲ απο των γραφων 3διανοιγων και παρατιθεμενοϲ οτι τον χν εδει παθιν και αναϲτηναι εκ νεκρω και οτι ουτοϲ εϲτι ιϲ χϲ ον εγω καταγγελλω ϋμιν 4και τινεϲ εξ αυτω επιϲθηϲαν και προϲεκληρωθηϲαν τω παυλω και τω ϲιλα των τε ϲεβομενων ελληνων πληθοϲ πολυ γυναικων τε των πρωτων ουκ ολιγαι · 5ζηλωϲαντεϲ δε οι ϊουδαιοι και προϲλαβομενοι των αγοραιων τιναϲ ανδραϲ πονηρουϲ κ(αι) οχλοποιηϲαντεϲ εθορυβουν την πολιν και επιϲτατεϲ τη οικια ϊαϲονοϲ εζητουν αυτουϲ προαγαγειν ειϲ τον δημον · 6μη ευροντεϲ δε αυτουϲ ευρον ιαϲονα και τιναϲ αδελφουϲ επι τουϲ πολιταρχαϲ βοωντεϲ οτι οι την οικουμενην αναϲτατωϲαντεϲ ουτοι και ενθαδε παρειϲιν 7ουϲ ϋποδεδεκται ϊαϲων και ουτοι πατεϲ απεναντι τω δογματων καιϲαροϲ πραϲϲουϲι βαϲιλεα ετερον λεγοντεϲ ειναι ιν 8εταραξαν δε τον οχλον και τουϲ πολιταρχαϲ ακουονταϲ ταυτα
Compare: Tischendorf 8th edition (1869)
1Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων. 2κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, 3διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν Χριστός, Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. 4καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. 5ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον. 6μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, 7οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν. 8ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα,
1Now when they had passed through Amphipolis and Apollonia, they came to Thessalonica, where was a synagogue of the Jews: 2And Paul, as his manner was, went in unto them, and three sabbath days reasoned with them out of the scriptures, 3Opening and alleging, that Christ must needs have suffered, and risen again from the dead; and that this Jesus, whom I preach unto you, is Christ. 4And some of them believed, and consorted with Paul and Silas; and of the devout Greeks a great multitude, and of the chief women not a few. 5But the Jews which believed not, moved with envy, took unto them certain lewd fellows of the baser sort, and gathered a company, and set all the city on an uproar, and assaulted the house of Jason, and sought to bring them out to the people. 6And when they found them not, they drew Jason and certain brethren unto the rulers of the city, crying, These that have turned the world upside down are come hither also; 7Whom Jason hath received: and these all do contrary to the decrees of Caesar, saying that there is another king, one Jesus. 8And they troubled the people and the rulers of the city, when they heard these things.
9και λαβοντεϲ το ϊκανον παρα του ϊαϲονοϲ και των λοιπων απελυϲαν αυτουϲ 10οι δε αδελφοι ευθεωϲ εξεπεμψαν δια νυκτοϲ το τε παυλον και τον ϲιλαν ειϲ βεροιαν οιτινεϲ παραγενομενοι ειϲ την ϲυναγωγην των ϊουδαιων απηεϲαν · 11ουτοι δε ηϲαν ευγενεϲτεροι των εν θεϲϲαλονικη οιτινεϲ εδεξαντο τον λογο μετα παϲηϲ προθυμιαϲ καθ ημεραν ανακρινοντεϲ ταϲ γραφαϲ ει εχοι ταυτα ουτωϲ 12πολλοι μεν ουν εξ αυτων επιϲτευϲα και των ελληνιδων γυναικων των ευϲχημονων και ανδρων ουκ ολιγοι 13ωϲ δε εγνωϲαν οι απο τηϲ θεϲϲαλονικηϲ ϊουδαιοι οτι και εν τη βεροια κατηγγελη ϋπο του παυλου ο λογοϲ του θυ ηλθον κακει ϲαλευοντεϲ και ταραϲϲοντεϲ τουϲ οχλουϲ · 14ευθεωϲ δε τοτε τον παυλο εξαπεϲτιλαν οι αδελφοι πορευεϲθαι εωϲ επι την θαλαϲϲαν ϋπεμιναν τε ο τε ϲιλαϲ και ο τιμοθεοϲ εκει 15οι δε καθιϲπαντεϲ τον παυλο ηγαγον εωϲ αθηνων και λαβοντεϲ εντολην προϲ τον ϲιλαν και τον τιμοθεον ινα ωϲ ταχιϲτα ελθωϲιν προϲ αυτον εξηεϲαν 16εν δε ταιϲ αθηναιϲ εκδεχομενου αυτου παρωξυνετο το πνα αυτου εν αυτω θεωρουντοϲ κατιδωλον ουϲαν την πολιν
Compare: Tischendorf 8th edition (1869)
9καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς. 10Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν. 11οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. 12πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους. 14εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ. 15οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν. 16Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.
9And when they had taken security of Jason, and of the other, they let them go. 10And the brethren immediately sent away Paul and Silas by night unto Berea: who coming thither went into the synagogue of the Jews. 11These were more noble than those in Thessalonica, in that they received the word with all readiness of mind, and searched the scriptures daily, whether those things were so. 12Therefore many of them believed; also of honourable women which were Greeks, and of men, not a few. 13But when the Jews of Thessalonica had knowledge that the word of God was preached of Paul at Berea, they came thither also, and stirred up the people. 14And then immediately the brethren sent away Paul to go as it were to the sea: but Silas and Timotheus abode there still. 15And they that conducted Paul brought him unto Athens: and receiving a commandment unto Silas and Timotheus for to come to him with all speed, they departed. 16Now while Paul waited for them at Athens, his spirit was stirred in him, when he saw the city wholly given to idolatry.
17διελεγετο μεν ου εν τη ϲυναγωγη τοιϲ ϊουδαιοιϲ και τοιϲ ϲεβομενοιϲ και εν τη αγορα κατα παϲαν ημεραν προϲ τουϲ παρατυγχανονταϲ ·18τινεϲ δε και των επικουριων και ϲτοικων φιλοϲοφων ϲυνεβαλλον αυτω και τινεϲ ελεγον τι αν θελοι ο ϲπερμολογοϲ ουτοϲ λεγειν οι δε ξενων δαιμονιω δοκει καταγγελλευϲ ειναι οτι τον ιν και την αναϲταϲιν ευηγγελιζετο 19επιλαβομενοι τε αυτου επι τον αριον παγο ηγαγον λεγοντεϲ δυναμεθα γνωναι τιϲ η καινη αυτη η ϋπο ϲου λαλουμενη διδαχη 20ξενιζοτα γαρ τινα ειϲφερει ειϲ ταϲ ακοαϲ ημω βουλομεθα ουν γνωναι τινα θελει ταυτα ειναι · 21αθηναιοι δε παντεϲ και οι επιδημουντεϲ ξενοι ειϲ ουδε ετερον ηυκερουν η λεγειν τι η ακουει τι καινοτερον 22ϲταθειϲ δε παυλοϲ εν μεϲω του αριου παγου ειπεν · ανδρεϲ αθηναιοι κατα παντα ωϲ διϲιδεμονεϲτερουϲ ϋμαϲ θεωρω 23διερχομενοϲ γαρ και αναθεωρων τα ϲεβαϲτα ϋμων ευρο και βωμον εν ω επεγεγραπτο αγνωϲτω θω ο ουν αγνοουντεϲ ευϲεβειτε τουτο εγω καταγγελλω ϋμιν · 24ο θϲ ο ποιηϲαϲ τον κοϲμον και παντα τα εν αυτω ουτοϲ ουρανου και γηϲ ϋπαρχων κϲ ουκ εν χιροποιητοιϲ ναοιϲ κατοικει
Compare: Tischendorf 8th edition (1869)
17διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18τινὲς δὲ καὶ τῶν Ἐπικουρίων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ, ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι, ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. 19ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄριον πάγον ἤγαγον, λέγοντες· δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι. 21Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον. 22Σταθεὶς δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρίου πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· 23διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ θεῷ. ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν. 24ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
17Therefore disputed he in the synagogue with the Jews, and with the devout persons, and in the market daily with them that met with him. 18Then certain philosophers of the Epicureans, and of the Stoicks, encountered him. And some said, What will this babbler say? other some, He seemeth to be a setter forth of strange gods: because he preached unto them Jesus, and the resurrection. 19And they took him, and brought him unto Areopagus, saying, May we know what this new doctrine, whereof thou speakest, is? 20For thou bringest certain strange things to our ears: we would know therefore what these things mean. 21(For all the Athenians and strangers which were there spent their time in nothing else, but either to tell, or to hear some new thing.) 22Then Paul stood in the midst of Mars’ hill, and said, Ye men of Athens, I perceive that in all things ye are too superstitious. 23For as I passed by, and beheld your devotions, I found an altar with this inscription, TO THE UNKNOWN GOD. Whom therefore ye ignorantly worship, him declare I unto you. 24God that made the world and all things therein, seeing that he is Lord of heaven and earth, dwelleth not in temples made with hands;
25ουδε ϋπο ανθρωπινων χιρων θεραπευεται ωϲ προϲδεομενοϲ τινοϲ αυτοϲ διδουϲ παϲι ζωην και πνοην και παντα 26εποιηϲε τε εξ ενοϲ παν εθνοϲ ανων κατοικιν επι παντοϲ προϲωπου τηϲ γηϲ οριϲαϲ προϲτεταγμενουϲ καιρουϲ και ταϲ οροθεϲιαϲ τηϲ κατοικιαϲ αυτων 27ζητειν τον θν ει αρα γε ψηλαφηϲειε αυτον και ευροιεν καιτοι γε ου μακρα απο ενοϲ εκαϲτου ημων ϋπαρχοντα 28εν αυτω γαρ ζωμεν και κινουμεθα και εϲμεν ωϲ και τινεϲ των καθ υμαϲ ποιητων ειρηκαϲιν του γαρ και γενοϲ εϲμεν 29γενοϲ ουν ϋπαρχοντεϲ του θυ ουκ οφιλομεν νομιζειν χρυϲιω η αργυρω η λιθω χαραγματι τεχνηϲ και ενθυμηϲεωϲ ανθρωπου το θιον ειναι ομοιον ˙ 30τουϲ μεν ουν χρονουϲ τηϲ αγνοιαϲ υπεριδων ο θϲ τα νυν απαγγελλει τοιϲ ανθρωποιϲ πανταϲ πανταχου μετανοειν 31καθοτι εϲτηϲεν ημεραν εν η μελλει κρινιν τη οικουμενην εν δικαιοϲυνη εν αδρι ω ωριϲεν πιϲτι παραϲχων παϲιν αναϲτηϲαϲ αυτο εκ νεκρων · 32ακουϲαντεϲ δε αναϲταϲιν νεκρω οι μεν εχλευαζο οι δε ειπαν ακουϲομεθα ϲου περι τουτου και παλιν
Compare: Tischendorf 8th edition (1869)
25οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· 26ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27ζητεῖν τὸν θεὸν εἰ ἄραγε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καίγε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν, τοῦ γὰρ καὶ γένος ἐσμέν. 29γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 30τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ἀπαγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, 31καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. 32ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν.
25Neither is worshipped with men’s hands, as though he needed any thing, seeing he giveth to all life, and breath, and all things; 26And hath made of one blood all nations of men for to dwell on all the face of the earth, and hath determined the times before appointed, and the bounds of their habitation; 27That they should seek the Lord, if haply they might feel after him, and find him, though he be not far from every one of us: 28For in him we live, and move, and have our being; as certain also of your own poets have said, For we are also his offspring. 29Forasmuch then as we are the offspring of God, we ought not to think that the Godhead is like unto gold, or silver, or stone, graven by art and man’s device. 30And the times of this ignorance God winked at; but now commandeth all men every where to repent: 31Because he hath appointed a day, in the which he will judge the world in righteousness by that man whom he hath ordained; whereof he hath given assurance unto all men, in that he hath raised him from the dead. 32And when they heard of the resurrection of the dead, some mocked: and others said, We will hear thee again of this matter.
33ουτωϲ ο παυλοϲ εξηλθεν εκ μεϲου αυτων 34τινεϲ δε ανδρεϲ κολληθετεϲ αυτω επιϲτευϲαν εν οιϲ και διονυϲιοϲ ο αρεοπαγιτηϲ και γυνη ονοματι δαμαριϲ και ετεροι ϲυν αυτοιϲ ·
Compare: Tischendorf 8th edition (1869)
33οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 34τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγείτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
33So Paul departed from among them. 34Howbeit certain men clave unto him, and believed: among the which was Dionysius the Areopagite, and a woman named Damaris, and others with them.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library