Acts, Chapter 18
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 310.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1μετα ταυτα χωριϲθειϲ εκ τω αθηνων ηλθεν ειϲ κορινθον 2και ευρων τινα ϊουδαιον ονοματι ακυλαν ποντικον τω γενι προϲφατωϲ εληλυθοτα απο τηϲ ιταλιαϲ κ(αι) πριϲκιλλαν γυναικα αυτου δια το τεχεναι κλαυδιον χωριζεϲθαι πανταϲ τουϲ ϊουδαιουϲ απο τηϲ ρωμηϲ προϲηλθεν αυτοιϲ 3και δια το ομοτεχνον ειναι εμενε παρ αυτοιϲ και ηργαζοντο ηϲαν γαρ ϲκηνοποιοι τη τεχνη 4διελεγετο δε εν τη ϲυναγωγη κατα παν ϲαββατον επιθεν τε ιουδαιουϲ και ελληναϲ 5ωϲ δε κατηλθον απο τηϲ μακαιδονιαϲ ο τε ϲιλαϲ και ο τιμοθεοϲ ϲυνειχετο τω λογω ο παυλοϲ διαμαρτυρομενοϲ τοιϲ ϊουδαιοιϲ ειναι τον χν ιν 6αντιταϲϲομενω δε αυτων και βλαϲφημουντων εκτιναξαμενοϲ τα ϊματια ειπεν προϲ αυτουϲ · το αιμα ϋμων επι την κεφαλην ϋμων · καθαροϲ εγω απο του νυν ειϲ τα εθνη πορευϲομαι · 7και μεταβαϲ εκειθε ειϲηλθεν ειϲ οικιαν τινοϲ ονοματι τιτου ϊουϲτου ϲεβομενου τον θν ου η οικια ην ϲυνομορουϲα τη ϲυναγωγη · 8κριϲποϲ δε ο αρχιϲυναγωγοϲ επιϲτευϲεν τω κω ϲυν ολω τω οικω αυτου και πολλοι των κορινθιων ακουοντεϲ επιϲτευον και εβαπτιζοτο ·
Compare: Tischendorf 8th edition (1869)
1Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. 2καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ τεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, 3καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ’ αὐτοῖς καὶ ἠργάζοντο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. 4διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. 5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστόν Ἰησοῦν. 6ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. 7καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
1After these things Paul departed from Athens, and came to Corinth; 2And found a certain Jew named Aquila, born in Pontus, lately come from Italy, with his wife Priscilla; (because that Claudius had commanded all Jews to depart from Rome:) and came unto them. 3And because he was of the same craft, he abode with them, and wrought: for by their occupation they were tentmakers. 4And he reasoned in the synagogue every sabbath, and persuaded the Jews and the Greeks. 5And when Silas and Timotheus were come from Macedonia, Paul was pressed in the spirit, and testified to the Jews that Jesus was Christ. 6And when they opposed themselves, and blasphemed, he shook his raiment, and said unto them, Your blood be upon your own heads; I am clean: from henceforth I will go unto the Gentiles. 7And he departed thence, and entered into a certain man’s house, named Justus, one that worshipped God, whose house joined hard to the synagogue. 8And Crispus, the chief ruler of the synagogue, believed on the Lord with all his house; and many of the Corinthians hearing believed, and were baptized.
9ειπεν δε ο κϲ εν νυκτι δι οραματοϲ τω παυλω μη φοβου αλλα λαλει και μη ϲιωπηϲηϲ10αλλα διοτι εγω ειμι μετα ϲου και ουδιϲ επιθηϲεται ϲοι του κακωϲε ϲε διοτι λαοϲ εϲτι μοι πολυϲ εν τη πολι ταυτη 11εκαθιϲεν δε ενιαυτον κ ενα και μηναϲ εξ διδαϲκω εν αυτοιϲ τον λογο του θυ 12γαλλιωνοϲ δε ανθυπατου οντοϲ τηϲ αχαϊαϲ κατεπεϲτηϲαν ομοθυμαδο οι ϊουδαιοι τω παυλω και ηγαγον αυτο παρα το βημα 13λεγοτεϲ οτι παρα τον νομον αναπειθει ουτοϲ τουϲ ανουϲ ϲεβεϲθαι τον θν 14μελλοντοϲ δε του παυλου ανοιγιν το ϲτομα ειπεν ο γαλλιων προϲ τουϲ ϊουδαιουϲ ει μεν ην αδικημα τι η ραδιουργημα πονηρο ω ϊουδαιοι κατα λογον αν ανεϲχομην υμων 15ει δε ζητηματα εϲτι περι λογου και ονοματων και νομ(ου) του καθ υμαϲ οψεϲθε αυτοι κριτηϲ εγω τουτων ου βουλομαι ειναι 16και απηλαϲεν αυτουϲ απο του βηματοϲ ·
Compare: Tischendorf 8th edition (1869)
9εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ, μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, 10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. 12Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13λέγοντες ὅτι παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. 14μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· 15εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
9Then spake the Lord to Paul in the night by a vision, Be not afraid, but speak, and hold not thy peace: 10For I am with thee, and no man shall set on thee to hurt thee: for I have much people in this city. 11And he continued there a year and six months, teaching the word of God among them. 12And when Gallio was the deputy of Achaia, the Jews made insurrection with one accord against Paul, and brought him to the judgment seat, 13Saying, This fellow persuadeth men to worship God contrary to the law. 14And when Paul was now about to open his mouth, Gallio said unto the Jews, If it were a matter of wrong or wicked lewdness, O ye Jews, reason would that I should bear with you: 15But if it be a question of words and names, and of your law, look ye to it; for I will be no judge of such matters. 16And he drave them from the judgment seat.
17επιλαβομενοι δε παντεϲ ϲωϲθενην τον αρχιϲυναγωγον ετυπτον εμπροϲθε του βηματοϲ και ουδεν τουτων τω γαλλιωνι εμελλε 18ο δε παυλοϲ εφη ετι προϲμιναϲ ημεραϲ ϊκαναϲ τοιϲ αδελφοιϲ αποταξαμενοϲ εξεπλει ειϲ την ϲυριαν και ϲυν αυτω πριϲκιλλα και ακυλαϲ κειραμενοϲ εν κενχραιαιϲ την κεφαλην ειχεν γαρ ευχην 19κατηντηϲαν δε ειϲ εφεϲον κακεινουϲ κατελιπεν εκει αυτοϲ δε ειϲελθω ειϲ την ϲυναγωγην διελεξατο τοιϲ ϊουδαιοιϲ 20ερωτωντων δε αυτων επι πλειονα χρονον μειναι ουκ επενευϲεν 21αλλα αποταξαμενοϲ και ειπω παλιν ανακαμψω προϲ ϋμαϲ του θυ θελοντοϲ ˙ ανηχθη δε απο τηϲ εφεϲου 22και κατελθων ειϲ καιϲαριαν αναβαϲ και αϲπαϲαμενοϲ την εκκληϲιαν κατεβη ειϲ αντιοχειαν 23και ποιηϲαϲ χρονον τινα εξηλθεν διερχομενοϲ και καθεξηϲ την γαλατικη χωραν και φρυγιαν ϲτηριζων πανταϲ τουϲ μαθηταϲ 24ϊουδαιοϲ δε τιϲ απελληϲ ονοματι αλεξανδρευϲ τω γενει ανηρ λογιοϲ κατηντηϲεν ειϲ εφεϲον δυνατοϲ ω εν ταιϲ γραφαιϲ
Compare: Tischendorf 8th edition (1869)
17ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν. 18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν. 19κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις. 20ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν, 21ἀλλὰ ἀποταξάμενος καὶ εἰπών· πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου· 22καὶ κατελθὼν εἰς Καισάριαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, 23καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς. 24Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
17Then all the Greeks took Sosthenes, the chief ruler of the synagogue, and beat him before the judgment seat. And Gallio cared for none of those things. 18And Paul after this tarried there yet a good while, and then took his leave of the brethren, and sailed thence into Syria, and with him Priscilla and Aquila; having shorn his head in Cenchrea: for he had a vow. 19And he came to Ephesus, and left them there: but he himself entered into the synagogue, and reasoned with the Jews. 20When they desired him to tarry longer time with them, he consented not; 21But bade them farewell, saying, I must by all means keep this feast that cometh in Jerusalem: but I will return again unto you, if God will. And he sailed from Ephesus. 22And when he had landed at Caesarea, and gone up, and saluted the church, he went down to Antioch. 23And after he had spent some time there, he departed, and went over all the country of Galatia and Phrygia in order, strengthening all the disciples. 24And a certain Jew named Apollos, born at Alexandria, an eloquent man, and mighty in the scriptures, came to Ephesus.
25ουτοϲ ην κατηχημενοϲ την οδον του κυ και ζεων τω πνι ω ελαλει και εδιδαϲκεν ακριβωϲ τα περι του ιυ επιϲταμενοϲ μονον το βαπτιϲμα ϊωαννου 26ουτοϲ τε ηρξατο παρηϲιαζεϲθαι εν τη ϲυναγωγη · ακουϲαντεϲ δε αυτου πριϲκιλλα και ακυλα προϲελαβοντο αυτον και ακριβεϲτερον αυτω εξεθεντο την οδον του θυ 27βουλομενου δε αυτου διελθειν ειϲ την αχαϊαν προτρεψαμενοι οι αδελφοι εγραψαν τοιϲ μαθηταιϲ αποδεξαϲθαι αυτο οϲ παραγενομενοϲ ϲυνεβαλετο πολυ τοιϲ πεπιϲτευκοϲιν δια τηϲ χαριτοϲ 28ευτονωϲ γαρ τοιϲ ιουδαιοιϲ διακατηλεγχετο δημοϲια επιδικνυϲ δια των γραφων ειναι τον χν ιν
Compare: Tischendorf 8th edition (1869)
25οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. 26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ θεοῦ. 27βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν. ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος. 28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
25This man was instructed in the way of the Lord; and being fervent in the spirit, he spake and taught diligently the things of the Lord, knowing only the baptism of John. 26And he began to speak boldly in the synagogue: whom when Aquila and Priscilla had heard, they took him unto them, and expounded unto him the way of God more perfectly. 27And when he was disposed to pass into Achaia, the brethren wrote, exhorting the disciples to receive him: who, when he was come, helped them much which had believed through grace: 28For he mightily convinced the Jews, and that publickly, shewing by the scriptures that Jesus was Christ.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library