Ephesians, Chapter 2
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 281.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και ϋμαϲ ονταϲ νεκρουϲ τοιϲ παραπτωμαϲιν και ταιϲ αμαρτιαιϲ ϋμων 2εν αιϲ ποτε περιεπατηϲατε κατα το αιωνα του κοϲμου τουτου κατα τον αρχοντα τηϲ εξουϲιαϲ του αεροϲ του πνϲ του νυν ενεργουντοϲ εν τοιϲ ϋϊοιϲ τηϲ απιθιαϲ 3εν οιϲ και ημιϲ πατεϲ ανεϲτραφημε ποτε εν ταιϲ επιθυμιαιϲ τηϲ ϲαρκοϲ ημων ποιουτεϲ τα θεληματα τηϲ ϲαρκοϲ και τω διανοιων και ημεθα τεκνα φυϲει οργηϲ ωϲ και οι λοιποι ο 4ο δε θϲ πλουϲιοϲ ω ελεει δια την πολλην αγαπην αυτου ην ηγαπηϲεν ημαϲ 5και ονταϲ ημαϲ νεκρουϲ τοιϲ παραπτωμαϲιν ϲυνεζωοποιηϲε τω χω χαριτι εϲτε ϲεϲωϲμενοι 6και ϲυνηγειρεν και ϲυνεκαθιϲεν εν τοιϲ επουρανιοιϲ εν χω ιυ 7 8τη γαρ χαριτι εϲτε ϲεϲωϲμενοι δια πιϲτεωϲ και τουτο ουκ εξ υμων θυ το δωρον
Compare: Tischendorf 8th edition (1869)
1Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν, 2ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· 3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί· 4ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ χάριτί ἐστε σεσῳσμένοι 6καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, 7ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. 8τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον·
1And you hath he quickened, who were dead in trespasses and sins; 2Wherein in time past ye walked according to the course of this world, according to the prince of the power of the air, the spirit that now worketh in the children of disobedience: 3Among whom also we all had our conversation in times past in the lusts of our flesh, fulfilling the desires of the flesh and of the mind; and were by nature the children of wrath, even as others. 4But God, who is rich in mercy, for his great love wherewith he loved us, 5Even when we were dead in sins, hath quickened us together with Christ, (by grace ye are saved;) 6And hath raised us up together, and made us sit together in heavenly places in Christ Jesus: 7That in the ages to come he might shew the exceeding riches of his grace in his kindness toward us through Christ Jesus. 8For by grace are ye saved through faith; and that not of yourselves: it is the gift of God:
9ουκ εξ εργων ϊνα μη τιϲ καυχηϲηται 10θυ γαρ εϲμεν ποιημα κτιϲθεντεϲ εν χω ιυ επι εργοιϲ αγαθοιϲ οιϲ προητοιμαϲεν ο θϲ ϊνα εν αυτοιϲ περιπατηϲωμε 11διο μνημονευετε οτι ποτε υμειϲ τα εθνη εν ϲαρκι οι λεγομενοι ακροβυϲτια υπο τηϲ λεγομενηϲ περιτομηϲ εν ϲαρκι χειροποιητου 12οτι ητε τω καιρω εκεινω χωριϲ χυ απηλλοτριωμενοι τηϲ πολιτειαϲ του ιηλ και ξενοι των διαθηκων τηϲ ελ̣ι̣αγγελιαϲ ελπιδα μη εχοντεϲ και αθεοι εν τω κοϲμω 13νυνϊ δε εν χω ιυ ϋμειϲ οι ποτε οντεϲ μακραν εγενηθητε εγγυϲ εν τω αιματι του χυ 14αυτοϲ γαρ εϲτιν η ειρηνη ημων ο ποιηϲαϲ τα αμφοτερα εν κ(αι) το μεϲοτοιχον του φραγμου λυϲαϲ την εχθραν εν τη ϲαρκι αυτου 15τον νομο των εντολων εν δογμαϲιν καταργηϲαϲ ϊνα τουϲ δυο κτιϲη εν αυτω ειϲ ενα καινον ανθρωπον ποιων ιρηνην 16και αποκαταλλαξη τουϲ αμφοτερουϲ εν ενι ϲωματι τω θω δια του ϲταυρου αποκτιναϲ την εχθρα εν αυτω
Compare: Tischendorf 8th edition (1869)
9οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. 11Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, 12ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· 13νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. 14αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, 15τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, 16καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.
9Not of works, lest any man should boast. 10For we are his workmanship, created in Christ Jesus unto good works, which God hath before ordained that we should walk in them. 11Wherefore remember, that ye being in time past Gentiles in the flesh, who are called Uncircumcision by that which is called the Circumcision in the flesh made by hands; 12That at that time ye were without Christ, being aliens from the commonwealth of Israel, and strangers from the covenants of promise, having no hope, and without God in the world: 13But now in Christ Jesus ye who sometimes were far off are made nigh by the blood of Christ. 14For he is our peace, who hath made both one, and hath broken down the middle wall of partition between us; 15Having abolished in his flesh the enmity, even the law of commandments contained in ordinances; for to make in himself of twain one new man, so making peace; 16And that he might reconcile both unto God in one body by the cross, having slain the enmity thereby:
17και ελθων ευηγγελιϲατο ιρηνην ϋμιν τοιϲ μακραν και ϊρηνην τοιϲ εγγυϲ 18οτι δι αυτου οι αμφοτεροι εν ενι εχομεν την προϲαγωγην οι αμφοτ̣εροι εν ενι πνι προϲ τον πατερα19αρα ουν ουκετι εϲτε ξενοι και παροικοι αλλα εϲτε ϲυνπολιται των αγιων και οικειοι του θυ 20εποικοδομηθεντεϲ επι τω θεμελιω των αποϲτολων και προφητων οντοϲ ακρογωνιαιου του χυ 21εν ω παϲα οικοδομη ϲυναρμολογουμενη αυξει ειϲ ναον αγιον ε κω 22εν ω και ϋμιϲ ϲυνοικοδομειϲθε ειϲ κατοικητηριον του θυ εν πνι
Compare: Tischendorf 8th edition (1869)
17καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς, 18ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. 19ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συνπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, 20ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, 21ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, 22ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.
17And came and preached peace to you which were afar off, and to them that were nigh. 18For through him we both have access by one Spirit unto the Father. 19Now therefore ye are no more strangers and foreigners, but fellowcitizens with the saints, and of the household of God; 20And are built upon the foundation of the apostles and prophets, Jesus Christ himself being the chief corner stone; 21In whom all the building fitly framed together groweth unto an holy temple in the Lord: 22In whom ye also are builded together for an habitation of God through the Spirit.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library