Ephesians, Chapter 3
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 281.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1τουτου χαριν εγω παυλοϲ ο δεϲμιοϲ του χυ ϋπερ ϋμων των εθνω 2ει γε ηκουϲατε τη οικονομιαν τηϲ χαριτοϲ του θυ τηϲ δοθιϲηϲ μοι ειϲ ϋμαϲ 3οτι κατα αποκαλυψιν εγνωριϲθη μοι το μυϲτηριον καθωϲ προεγραψεν ολιγω 4προϲ ο δυναϲθε αναγινωϲκοντεϲ νοηϲαι την ϲυνεϲι μου εν τω μυϲτηριω του χυ 5ο ετεραιϲ γενεαιϲ ουκ εγνωριϲθη τοιϲ ϋϊοιϲ των ανθρωπων ωϲ νυ απεκαλυφθη τοιϲ αγιοιϲ αποϲτολοιϲ αυτου και προφηταιϲ εν πνι 6ειναι τα εθνη ϲυνκληρονομα και ϲυνϲωμα και ϲυνμετοχα τηϲ επαγγελιαϲ εν χω ιυ δια του ευαγγελιου 7ου εγενηθην διακονοϲ κατα την δωρεαν τηϲ χαριτοϲ του θυ τηϲ δοθιϲηϲ μοι κατα την ενεργειαν τηϲ δυναμεωϲ αυτου 8εμοι τω ελαχιϲτοτερω παντων αγιων εδοθη η χαριϲ αυτη τοιϲ εθνεϲιν ευαγγελιϲαϲθαι το ανεξιχνιαϲτον πλουτοϲ του χυ
Compare: Tischendorf 8th edition (1869)
1Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν 2εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 3ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, 4πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, 5ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, 6εἶναι τὰ ἔθνη συνκληρονόμα καὶ σύνσωμα καὶ συνμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, 7οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. 8ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ,
1For this cause I Paul, the prisoner of Jesus Christ for you Gentiles, 2If ye have heard of the dispensation of the grace of God which is given me to youward: 3How that by revelation he made known unto me the mystery; (as I wrote afore in few words, 4Whereby, when ye read, ye may understand my knowledge in the mystery of Christ) 5Which in other ages was not made known unto the sons of men, as it is now revealed unto his holy apostles and prophets by the Spirit; 6That the Gentiles should be fellowheirs, and of the same body, and partakers of his promise in Christ by the gospel: 7Whereof I was made a minister, according to the gift of the grace of God given unto me by the effectual working of his power. 8Unto me, who am less than the least of all saints, is this grace given, that I should preach among the Gentiles the unsearchable riches of Christ;
9και φωτιϲαι τιϲ η οικονομια του μυϲτηριου του αποκεκρυμμενου απο των αιωνων τω θω τω τα παντα κτιϲαντι 10ινα γνωριϲθη νυ ταιϲ αρχαιϲ και ταιϲ εξουϲιαιϲ εν τοιϲ επουρανιοιϲ δια τηϲ εκκληϲιαϲ η πολυποικιλοϲ ϲοφια του θυ 11κατα προθεϲιν τω αιωνων ην εποιηϲεν εν χω ιυ τω κω ημων 12εν ω εχομεν την παρρηϲιαν και προϲαγωγην εν πεποιθηϲει δια τηϲ πιϲτεωϲ αυτου 13διο αιτουμαι μη εγκακιν εν ταιϲ θλιψεϲιν μου ϋπερ υμων ητιϲ εϲτιν δοξα υμω 14τουτου χαριν καμπτω τα γονατα μου προϲ τον πατερα 15εξ ου παϲα πατρια εν ουρανοιϲ και επι γηϲ ονομαζεται 16ϊνα δω ϋμιν κατα το πλουτοϲ τηϲ δοξηϲ αυτου δυναμι κραταιωθηναι δια του πνευματοϲ αυτου ειϲ τον εϲω ανθρωπον
Compare: Tischendorf 8th edition (1869)
9καὶ φωτίσαι τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι, 10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, 12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13Διὸ αἰτοῦμαι μὴ ἐνκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. 14τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, 15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,
9And to make all men see what is the fellowship of the mystery, which from the beginning of the world hath been hid in God, who created all things by Jesus Christ: 10To the intent that now unto the principalities and powers in heavenly places might be known by the church the manifold wisdom of God, 11According to the eternal purpose which he purposed in Christ Jesus our Lord: 12In whom we have boldness and access with confidence by the faith of him. 13Wherefore I desire that ye faint not at my tribulations for you, which is your glory. 14For this cause I bow my knees unto the Father of our Lord Jesus Christ, 15Of whom the whole family in heaven and earth is named, 16That he would grant you, according to the riches of his glory, to be strengthened with might by his Spirit in the inner man;
17κατοικηϲαι τον χν δια τηϲ πιϲτεωϲ εν ταιϲ καρδιαιϲ ϋμων εν αγαπη ερριζωμενοι και τεθεμελιωμενοι 18ϊνα εξιϲχυϲηται καταλαβεϲθαι ϲυν παϲι τοιϲ αγιοιϲ τι το πλατοϲ και μηκοϲ και βαθοϲ και ϋψοϲ 19γνωναι τε τη ϋπερβαλλουϲαν τηϲ γνωϲεωϲ αγαπην του χυ ινα πληρωθητε ειϲ παν το πληρωμα του θυ 20τω δε δυναμενω ϋπερ παντα ποιηϲαι ϋπερεκπεριϲϲου ων αιτουμεθα η νοουμεν κατα τη δυναμιν την ενεργουμενην εν ημιν 21αυτω η δοξα εν τη εκκληϲια και εν χω ιυ ειϲ παϲαϲ ταϲ γενεαϲ του αιωνοϲ των αιωνων αμην
Compare: Tischendorf 8th edition (1869)
17κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, 18ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, 19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. 20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
17That Christ may dwell in your hearts by faith; that ye, being rooted and grounded in love, 18May be able to comprehend with all saints what is the breadth, and length, and depth, and height; 19And to know the love of Christ, which passeth knowledge, that ye might be filled with all the fulness of God. 20Now unto him that is able to do exceeding abundantly above all that we ask or think, according to the power that worketh in us, 21Unto him be glory in the church by Christ Jesus throughout all ages, world without end. Amen.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library