Ephesians, Chapter 4
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 281.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1παρακαλω ουν ϋμαϲ εγω ο δεϲμιοϲ εν χω αξιωϲ περιπατηϲαι τηϲ κληϲεωϲ ηϲ εκληθηται 2μετα παϲηϲ ταπινοφροϲυνηϲ και πραϋτητοϲ μετα μακροθυμιαϲ ανεχομενοι αλληλων εν αγαπη 3ϲπουδαζοντεϲ τηριν τη ενοτητα του πνϲ εν τω ϲυνδεϲμω τηϲ ειρηνηϲ 4εν ϲωμα και εν πνα καθωϲ και εκληθητε εν μια ελπιδι τηϲ κληϲεωϲ ϋμων 5ειϲ κϲ μια πιϲτιϲ εν βαπτιϲμα 6ειϲ θϲ και πατηρ παντω ο επι παντων και δια παντων και εν παϲιν 7ενι δε εκαϲτω ημω εδοθη η χαριϲ κατα το μετρον τηϲ δωρεαϲ του χυ 8διο λεγει αναβαϲ ειϲ ϋψοϲ ηχμαλωτευϲεν αιχμαλωϲιαν εδωκεν δοματα τοιϲ ανθρωποιϲ
Compare: Tischendorf 8th edition (1869)
1Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, 2μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, 3σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης· 4ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· 5εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· 6εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. 7ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8διὸ λέγει, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
1I therefore, the prisoner of the Lord, beseech you that ye walk worthy of the vocation wherewith ye are called, 2With all lowliness and meekness, with longsuffering, forbearing one another in love; 3Endeavouring to keep the unity of the Spirit in the bond of peace. 4There is one body, and one Spirit, even as ye are called in one hope of your calling; 5One Lord, one faith, one baptism, 6One God and Father of all, who is above all, and through all, and in you all. 7But unto every one of us is given grace according to the measure of the gift of Christ. 8Wherefore he saith, When he ascended up on high, he led captivity captive, and gave gifts unto men.
9το δε ανεβη τι εϲτιν ει μη οτι και κατεβη ειϲ τα κατωτερα μερη τηϲ γηϲ 10ο καταβαϲ αυτοϲ εϲτιν και ο αναβαϲ υπερανω παντων των ουρανων ϊνα πληρωϲη τα παντα 11και αυτοϲ εδωκεν τουϲ μεν αποϲτολουϲ τουϲ δε προφηταϲ τουϲ δε ευαγγελιϲταϲ τουϲ δε ποιμεναϲ και διδαϲκαλουϲ 12προϲ τον καταρ τιϲμον των αγιων ειϲ εργον διακονιαϲ ειϲ οικοδομην του ϲωματοϲ του χυ13μεχρι καταντηϲωμεν οι παντεϲ ειϲ την ενοτητα τηϲ πιϲτεωϲ και τηϲ επιγνωϲεωϲ του υϊου του θυ ειϲ ανδρα τελιον ειϲ μετρον ηλικιαϲ του πληρωματοϲ του χυ 14ϊνα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω τηϲ διδαϲκαλιαϲ εν τη κυβια των ανθρωπων εν πανουργια προϲ την μεθοδιαν τηϲ πλανηϲ 15αληθευοντεϲ δε εν αγαπη αυξηϲωμεν ειϲ αυτον τα παντα οϲ εϲτιν η κεφαλη χϲ 16εξ ου παν το ϲωμα ϲυαρμολογουμενο και ϲυνβιβαζομενον δια παϲηϲ αφηϲ τηϲ επιχορηγιαϲ κατ ενεργιαν εν μετρω ενοϲ εκαϲτου μερουϲ τη αυξηϲιν του ϲωματοϲ ποιειται ειϲ οικοδομην αυτου εν αγαπη
Compare: Tischendorf 8th edition (1869)
9τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, 13μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, 14ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδίαν τῆς πλάνης 15ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός, 16ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συνβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν αὐτοῦ ἐν ἀγάπῃ.
9(Now that he ascended, what is it but that he also descended first into the lower parts of the earth? 10He that descended is the same also that ascended up far above all heavens, that he might fill all things.) 11And he gave some, apostles; and some, prophets; and some, evangelists; and some, pastors and teachers; 12For the perfecting of the saints, for the work of the ministry, for the edifying of the body of Christ: 13Till we all come in the unity of the faith, and of the knowledge of the Son of God, unto a perfect man, unto the measure of the stature of the fulness of Christ: 14That we henceforth be no more children, tossed to and fro, and carried about with every wind of doctrine, by the sleight of men, and cunning craftiness, whereby they lie in wait to deceive; 15But speaking the truth in love, may grow up into him in all things, which is the head, even Christ: 16From whom the whole body fitly joined together and compacted by that which every joint supplieth, according to the effectual working in the measure of every part, maketh increase of the body unto the edifying of itself in love.
17τουτο ουν λεγω κ(αι) μαρτυρομαι εν κω μηκετι ϋμαϲ περιπατειν καθωϲ και τα εθνη περιπατει εν ματαιοτητι του νοοϲ αυτων 18εϲκοτωμενοι τη διανοια οντεϲ απηλλοτριωμενοι τηϲ ζωηϲ του θυ δια την αγνοιαν την ουϲαν εν αυτοιϲ δια την πωρωϲι τηϲ καρδιαϲ αυτω 19οιτινεϲ απηλγηκοτεϲ εαυτουϲ παρεδωκαν τη αϲελγεια ειϲ εργαϲιαν ακαθαρϲιαϲ παϲηϲ εν πλεονεξια 20ϋμειϲ δε ουχ ουτωϲ εμαθετε τον χν 21ει γε αυτον ηκουϲατε και εν αυτω εδιδαχθητε καθωϲ εϲτιν αληθεια εν τω ιυ 22αποθεϲθαι υμαϲ κατα την προτεραν αναϲτροφη τον παλαιον ανθρωπον τον φθιρομενον κατα ταϲ επιθυμιαϲ τηϲ απατηϲ 23ανανεουϲθαι δε τω πνι του νοοϲ υμων 24και εδυϲαϲθε τον καινον ανον τον κατα θν κτιϲθεντα εν οϲιοτητι και δικαιοϲυνη τηϲ αληθειαϲ
Compare: Tischendorf 8th edition (1869)
17Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, 18ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, 19οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. 20ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, 21εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, 22ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, 23ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, 24καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
17This I say therefore, and testify in the Lord, that ye henceforth walk not as other Gentiles walk, in the vanity of their mind, 18Having the understanding darkened, being alienated from the life of God through the ignorance that is in them, because of the blindness of their heart: 19Who being past feeling have given themselves over unto lasciviousness, to work all uncleanness with greediness. 20But ye have not so learned Christ; 21If so be that ye have heard him, and have been taught by him, as the truth is in Jesus: 22That ye put off concerning the former conversation the old man, which is corrupt according to the deceitful lusts; 23And be renewed in the spirit of your mind; 24And that ye put on the new man, which after God is created in righteousness and true holiness.
25διο αποθεμενοι το ψευδοϲ λαλειτε εκαϲτοϲ αληθειαν προϲ τον πληϲιον αυτου οτι εϲμεν αλληλων μελη 26οργιζεϲθε και μη αμαρτανετε ο ηλιοϲ μη επιδυετω επι παροργιϲμω ϋμων 27μηδε διδοτε τοπον τω διαβολω 28ο κλεπτων μηκετι κλεπτετω μαλλον δε κοπιατω εργαζομενοϲ ταιϲ ιδιαιϲ χερϲιν το αγαθον ϊνα εχηται μεταδιδοναι τω χριαν εχοντι 29παϲ λογοϲ ϲαπροϲ εκ του ϲτοματοϲ ϋμων μη εκπορευεϲθω αλλ ει τιϲ αγαθοϲ προϲ οικοδομην τηϲ χριαϲ ϊνα δω χαριν τοιϲ ακουουϲιν 30και μη λυπειτε το πνα το αγιον του θυ εν ω εϲφραγιϲθητε ειϲ ημεραν απολυτρωϲεωϲ 31παϲα πικρια και θυμοϲ και οργη · και κραυγη και βλαϲφημια αρθητω αφ υμων ϲυμπαϲη κακια 32γεινεϲθε δε ειϲ αλληλουϲ χρηϲτοι ευϲπλαγχνοι χαριζομενοι εαυτοιϲ καθωϲ και ο θϲ εν χω εχαριϲατο υμι
Compare: Tischendorf 8th edition (1869)
25Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ παροργισμῷ ὑμῶν, 27μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. 28ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. 32γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.
25Wherefore putting away lying, speak every man truth with his neighbour: for we are members one of another. 26Be ye angry, and sin not: let not the sun go down upon your wrath: 27Neither give place to the devil. 28Let him that stole steal no more: but rather let him labour, working with his hands the thing which is good, that he may have to give to him that needeth. 29Let no corrupt communication proceed out of your mouth, but that which is good to the use of edifying, that it may minister grace unto the hearers. 30And grieve not the holy Spirit of God, whereby ye are sealed unto the day of redemption. 31Let all bitterness, and wrath, and anger, and clamour, and evil speaking, be put away from you, with all malice: 32And be ye kind one to another, tenderhearted, forgiving one another, even as God for Christ’s sake hath forgiven you.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library