Hebrews, Chapter 6
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 290.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1διο αφεντεϲ τον τηϲ αρχηϲ του χυ λογον επι την τελειοτητα φερωμεθα μη παλιν θεμελιον καταβαλλο>μενοι μετανοιαϲ απο νεκρων εργω και πιϲτεωϲ επι θν 2βαπτιϲμων διδαχηϲ επιθεϲεωϲ τε χειρων αναϲταϲεωϲ τε νεκρων και κριματοϲ αιωνιου 3κ(αι) τουτο ποιηϲομε εανπερ επιτρεπη ο θϲ 4αδυνατον γαρ τουϲ απαξ φωτιϲθεταϲ γευϲαμενουϲ τε τηϲ δωρεαϲ τηϲ επουρανιου και > μετοχουϲ γενηθεταϲ πνϲ αγιου 5και καλον γευϲαμενουϲ θυ ρημα δυναμειϲ τε μελλοντοϲ αιωνοϲ
Compare: Tischendorf 8th edition (1869)
1Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, 2βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. 3καὶ τοῦτο ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ ὁ θεός. 4ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου 5καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος,
1Therefore leaving the principles of the doctrine of Christ, let us go on unto perfection; not laying again the foundation of repentance from dead works, and of faith toward God, 2Of the doctrine of baptisms, and of laying on of hands, and of resurrection of the dead, and of eternal judgment. 3And this will we do, if God permit. 4For it is impossible for those who were once enlightened, and have tasted of the heavenly gift, and were made partakers of the Holy Ghost, 5And have tasted the good word of God, and the powers of the world to come,
6και παραπεϲοταϲ παλιν ανακαινιζειν ειϲ μετανοιαν αναϲταυρουνταϲ εαυτοιϲ τον υν του θυ και παραδι>γματιζονταϲ 7γη γαρ η πιουϲα τον επ αυτηϲ ερχομενον πολλακιϲ ϋετο και τικτουϲα βοτανην ευθετον εκεινοιϲ δι ουϲ και γεωργειται μεταλαμβανει ευλογιαϲ απο > του θυ 8εκφερουϲα δε ακανθαϲ και τριβολουϲ αδοκιμοϲ κ(αι) καταραϲ εγγυϲ ηϲ το τελοϲ ειϲ καυϲιν 9πεπειϲμεθα δε περι υμων αδελφοι τα κριϲϲονα και εχομενα ϲωτηριαϲ ει και ουτωϲ λαλουμε 10ου γαρ αδικοϲ ο θϲ επιλαθεϲθαι του εργου υμων και τηϲ αγαπηϲ ηϲ ενεδειξαϲθαι ειϲ το ονομα αυτου διακο>νηϲαντεϲ τοιϲ αγιοιϲ και διακονουτεϲ
Compare: Tischendorf 8th edition (1869)
6καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. 7γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ· 8ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν. 9Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν· 10οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
6If they shall fall away, to renew them again unto repentance; seeing they crucify to themselves the Son of God afresh, and put him to an open shame. 7For the earth which drinketh in the rain that cometh oft upon it, and bringeth forth herbs meet for them by whom it is dressed, receiveth blessing from God: 8But that which beareth thorns and briers is rejected, and is nigh unto cursing; whose end is to be burned. 9But, beloved, we are persuaded better things of you, and things that accompany salvation, though we thus speak. 10For God is not unrighteous to forget your work and labour of love, which ye have shewed toward his name, in that ye have ministered to the saints, and do minister.
11επιθυμουμε δε εκαϲτον ϋμων την αυτην ενδεικνυϲθαι ϲπουδη προϲ την πληροφοριαν τηϲ ελπιδοϲ αχρι τελουϲ 12ϊνα > μη νωθροι γενη>ϲθε μειμηται δε των δια πιϲτεωϲ και μακροθυμιαϲ κλη>ρονομουντων ταϲ επαγγελιαϲ 13τω γαρ αβρααμ επαγγιλαμενοϲ ο θϲ > επει κατ ουδενοϲ ειχεν μειζονοϲ ομοϲαι ωμοϲεν καθ εαυτου 14λεγω ει μην ευλογων ευλογηϲω ϲε και πληθυνων πληθυνω ϲε 15και ουτωϲ μακροθυμηϲαϲ επετυχεν τηϲ επαγγελιαϲ
Compare: Tischendorf 8th edition (1869)
11ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, 12ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. 13τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθ’ ἑαυτοῦ, 14λέγων· εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· 15καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.
11And we desire that every one of you do shew the same diligence to the full assurance of hope unto the end: 12That ye be not slothful, but followers of them who through faith and patience inherit the promises. 13For when God made promise to Abraham, because he could swear by no greater, he sware by himself, 14Saying, Surely blessing I will bless thee, and multiplying I will multiply thee. 15And so, after he had patiently endured, he obtained the promise.
16ανθρωποι γαρ κατα του μειζονοϲ ομνυουϲιν και παϲηϲ αυτοιϲ αντιλογιαϲ περαϲ ειϲ βεβαιωϲιν ο ορκοϲ 17εν ω περιϲϲοτερον βουλομενοϲ ο θϲ επιδειξαι τοιϲ κληρονομοιϲ τηϲ επαγγελιαϲ το αμεταθετον τηϲ βουληϲ αυτου εμεϲιτευϲε ορκω 18ϊνα δια δυο πραγματων αμεταθετων εν οιϲ αδυνατον ψευϲαϲθαι τον θν ϊϲχυραν παρακληϲιν εχωμεν οι καταφυγον τεϲ κρατηϲαι τηϲ προκιμενηϲ ελπιδοϲ19ην ωϲ αγκυραν εχομεν τηϲ ψυχηϲ αϲφαλη τε και βεβαιαν και ειϲερχομενη ειϲ το εϲωτερον του καταπεταϲματοϲ 20οπου προδρομοϲ υπερ ημων ειϲηλθεν ιϲ κατα την ταξιν μελχειϲεδεκ αρχϊερευϲ γενομενοϲ ειϲ τον αιωνα
Compare: Tischendorf 8th edition (1869)
16ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· 17ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, 18ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· 19ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, 20ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
16For men verily swear by the greater: and an oath for confirmation is to them an end of all strife. 17Wherein God, willing more abundantly to shew unto the heirs of promise the immutability of his counsel, confirmed it by an oath: 18That by two immutable things, in which it was impossible for God to lie, we might have a strong consolation, who have fled for refuge to lay hold upon the hope set before us: 19Which hope we have as an anchor of the soul, both sure and stedfast, and which entereth into that within the veil; 20Whither the forerunner is for us entered, even Jesus, made an high priest for ever after the order of Melchisedec.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library