Luke, Chapter 15
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 240.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ηϲαν δε αυτω εγγιζοντεϲ παντεϲ οι τελωναι και οι αμαρτωλοι ακουειν αυτου 2και διεγογγυζον οι τε φαριϲαιοι κ(αι) οι γραμματειϲ λεγοντεϲ οτι αμαρτωλουϲ προϲδεχετε ˙ και ϲυνεϲθιει αυτοιϲ ˙ 3ειπεν δε προϲ αυτουϲ την παραβολην ταυτη λεγων · 4τιϲ ανθρωποϲ εξ υμων εχω εκατον προβατα και απολεϲαϲ εξ αυτων εν ου καταλιπει τα ενενηκοντα εννεα εν τη ερημω και πορευεται επι το απολωλοϲ εωϲ ου ευρη αυτο 5και ευρων επιτιθηϲιν επι τουϲ ωμουϲ αυτου χαιρω 6και ελθων ειϲ τον οικον ϲυνκαλει τουϲ φιλουϲ και τουϲ γειτοναϲ λεγων αυτοιϲ ϲυνχαρητε μοι οτι ευρον το προβατον μου το απολωλοϲ 7λεγω υμιν οτι ουτωϲ χαρα εν τω ουρανω εϲτε επι ενι αμαρτωλω μετανοουντι η επι ενενηκοκοντα εννεα δικαιοιϲ οιτινεϲ ου χρια εχουϲι μετανοιαϲ 8η τιϲ γυνη δραχμαϲ εχουϲα δεκα εαν απολεϲη δραχμη μιαν ουχι απτι λυχνον και ϲαροι τη οικιαν και ζητι επιμελωϲ εωϲ ου ευρη
Compare: Tischendorf 8th edition (1869)
1Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. 2καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. 3εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· 4τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό; 5καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων, 6καὶ ἐλθὼν εἰς τὸν οἶκον συνκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· συνχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. 7λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας. 8Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ;
1Then drew near unto him all the publicans and sinners for to hear him. 2And the Pharisees and scribes murmured, saying, This man receiveth sinners, and eateth with them. 3And he spake this parable unto them, saying, 4What man of you, having an hundred sheep, if he lose one of them, doth not leave the ninety and nine in the wilderness, and go after that which is lost, until he find it? 5And when he hath found it, he layeth it on his shoulders, rejoicing. 6And when he cometh home, he calleth together his friends and neighbours, saying unto them, Rejoice with me; for I have found my sheep which was lost. 7I say unto you, that likewise joy shall be in heaven over one sinner that repenteth, more than over ninety and nine just persons, which need no repentance. 8Either what woman having ten pieces of silver, if she lose one piece, doth not light a candle, and sweep the house, and seek diligently till she find it?
9και ευρουϲα ϲυνκαλει ταϲ φιλαϲ και γειτοναϲ λεγουϲα ϲυνχαρητε μοι οτι ευρον την δραχμην ην απωλεϲα · 10ουτωϲ λεγω υμιν γεινεται χαρα ενωπιον των αγγελω του θυ επι ενι αμαρτωλω μετανοουντι ˙ 11ειπεν δε ανθρωποϲ τιϲ ειχεν δυο ϋϊουϲ 12και ειπεν ο νεωτεροϲ αυτων τω πατρι δοϲ μοι το επιβαλλον μεροϲ τηϲ ουϲιαϲ · και διειλεν αυτοιϲ τον βιον 13κ(αι) μετ ου πολλαϲ ημεραϲ ϲυναγαγων απαντα ο νεωτεροϲ ϋϊοϲ απεδημηϲεν ειϲ χωραν μακραν και εκει διεϲκορπιϲε την ουϲιαν εαυτου ειϲ χωραν μακραν 14δαπανηϲαντοϲ δε αυτου παντα εγενετο λειμοϲ ϊϲχυρα κατα την χωραν εκεινην και αυτοϲ ηρξατο ϋϲτεριϲθαι 15και πορευθιϲ εκολληθη ενι τω πολειτων τηϲ χωραϲ εκεινηϲ και επεμψεν αυτον ειϲ τουϲ αγρουϲ αυτου βοϲκειν χοιρουϲ 16και επεθυμει χορταϲθηναι εκ των κερατιων ων ηϲθιον οι χοιροι και ουδειϲ εδιδου αυτω
Compare: Tischendorf 8th edition (1869)
9καὶ εὑροῦσα συνκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα· συνχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. 11Εἶπεν δέ· ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. 13καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ᾧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
9And when she hath found it, she calleth her friends and her neighbours together, saying, Rejoice with me; for I have found the piece which I had lost. 10Likewise, I say unto you, there is joy in the presence of the angels of God over one sinner that repenteth. 11And he said, A certain man had two sons: 12And the younger of them said to his father, Father, give me the portion of goods that falleth to me. And he divided unto them his living. 13And not many days after the younger son gathered all together, and took his journey into a far country, and there wasted his substance with riotous living. 14And when he had spent all, there arose a mighty famine in that land; and he began to be in want. 15And he went and joined himself to a citizen of that country; and he sent him into his fields to feed swine. 16And he would fain have filled his belly with the husks that the swine did eat: and no man gave unto him.
17ειϲ εαυτον δε ελθων εφη ποϲοι μιϲθιοι του πατροϲ μου περιϲϲευουϲι αρτων εγω δε λειμω ωδε απολλυμαι 18αναϲταϲ δε πορευϲομαι προϲ τον πατερα μου και ερω αυτω πατερ ημαρτον ειϲ τον ουρανο και ενωπιον ϲου 19ουκετι ειμι αξιοϲ κληθηναι υϊοϲ ϲου ποιηϲον με ωϲ ενα των μιϲθιων ϲου 20και αναϲταϲ ηλθεν προϲ τον πατερα αυτου ετι δε αυτου μακραν απεχοντοϲ ειδεν αυτον ο πατηρ αυτου και εϲπλαγχνιϲθη και δραμων επεπεϲεν επι τον τραχηλον αυτου και κατεφιληϲεν αυτον 21ειπεν δε αυτω ο υϲ πατερ ημαρτον ειϲ τον ουρανον και ενωπιον ϲου ουκετι ειμι αξιοϲ κληθηναι υϲ ϲου ποιηϲον με ωϲ ενα των μιϲθιων ϲου · 22ειπεν δε ο πατηρ προϲ τουϲ δουλουϲ εαυτου ταχυ εξενεγκαται ϲτολην την πρωτην και ενδυϲατε αυτον και δοτε δακτυλιον ειϲ τη χειρα αυτου και ϋποδηματα ειϲ τουϲ ποδαϲ 23και φερετε τον μοϲχον τον ϲιτευτον θυϲατε και φαγοντεϲ ευφρανθωμεν 24οτι ο υϊοϲ μου ουτοϲ νεκροϲ ην και ανεζηϲεν ην απολωλοϲ και ευρεθη ηρξαντο ευφρενεϲθαι
Compare: Tischendorf 8th edition (1869)
17εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων· ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι. 18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21εἶπεν δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. 22εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 23καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶμεν, 24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
17And when he came to himself, he said, How many hired servants of my father’s have bread enough and to spare, and I perish with hunger! 18I will arise and go to my father, and will say unto him, Father, I have sinned against heaven, and before thee, 19And am no more worthy to be called thy son: make me as one of thy hired servants. 20And he arose, and came to his father. But when he was yet a great way off, his father saw him, and had compassion, and ran, and fell on his neck, and kissed him. 21And the son said unto him, Father, I have sinned against heaven, and in thy sight, and am no more worthy to be called thy son. 22But the father said to his servants, Bring forth the best robe, and put it on him; and put a ring on his hand, and shoes on his feet: 23And bring hither the fatted calf, and kill it; and let us eat, and be merry: 24For this my son was dead, and is alive again; he was lost, and is found. And they began to be merry.
25ην δε ο ϋϊοϲ αυτου ο πρεϲβυτεροϲ εν αγρω ˙ και ωϲ ερχομενοϲ ηγγιϲεν τη οικια ηκουϲεν ϲυμφωνιαϲ και χορων 26και προϲκαλεϲαμενοϲ ενα των παιδων επυθανετο τι ειη ταυτα 27ο δε ειπεν αυτω οτι ο αδελφοϲ ϲου ηκει και εθυϲεν ο πατηρ ϲου τον μοϲχον τον ϲιτευτο οτι ϋγιαινοντα αυτον απελαβεν ˙ 28ωργιϲθη δε και ουκ ηθελεν ειϲελθι ο δε πατηρ αυτου εξελθων παρεκαλει αυτον · 29ο δε αποκριθειϲ ειπεν τω πατρι ϊδου τοϲαυτα ετη δουλευω ϲοι και ουδεποτε εντολην ϲου παρηλθον και εμοι ουδεποτε εδωκαϲ εριφον ινα μετα των φιλων μου ευφρανθω30οτε δε ο υϲ ϲου ουτοϲ ο καταφαγων ϲου τον βιον μετα πορνων ηλθεν εθυϲαϲ αυτω τον ϲιτευτον μοϲχο 31ο δε ειπεν αυτω τεκνον ϲυ παντοτε μετ εμου ει και πατα τα εμα ϲα εϲτιν 32ευφρανθηναι δε και χαρηναι εδει οτι ο αδελφοϲ ϲου ουτοϲ νεκροϲ ην και εζηϲεν απολωλωϲ ην και ευρεθη ·
Compare: Tischendorf 8th edition (1869)
25ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 26καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. 27ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· 30ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον. 31ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.
25Now his elder son was in the field: and as he came and drew nigh to the house, he heard musick and dancing. 26And he called one of the servants, and asked what these things meant. 27And he said unto him, Thy brother is come; and thy father hath killed the fatted calf, because he hath received him safe and sound. 28And he was angry, and would not go in: therefore came his father out, and intreated him. 29And he answering said to his father, Lo, these many years do I serve thee, neither transgressed I at any time thy commandment: and yet thou never gavest me a kid, that I might make merry with my friends: 30But as soon as this thy son was come, which hath devoured thy living with harlots, thou hast killed for him the fatted calf. 31And he said unto him, Son, thou art ever with me, and all that I have is thine. 32It was meet that we should make merry, and be glad: for this thy brother was dead, and is alive again; and was lost, and is found.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library