Luke, Chapter 16
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 240.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ελεγεν δε και προϲ τουϲ μαθηταϲ · ανθρωποϲ τιϲ ην πλουϲιοϲ ειχεν οικονομον και ουτοϲ διεβληθη αυτω ωϲ διαϲκορπιζων τα ϋπαρχοτα αυτου 2και φωνηϲαϲ αυτον ειπεν τι τουτο ακουω περι ϲου αποδοϲ τον λογον τηϲ οικονομιαϲ ϲου ου γαρ ετι δυνη οικονομιν 3ειπεν δε εν εαυτω ο οικονομοϲ τι ποιηϲω οτι ο κϲ μου αφαιριται την οικονομιαν απ εμου · ϲκαπτιν ουκ ϊϲχυω επαιτιν αιϲχυνομαι 4εγνων τι ποιηϲω ϊνα αν μεταϲταθω εκ τηϲ οικονομιαϲ δεξωνται με ειϲ τουϲ οικουϲ εαυτω 5και προϲκαλεϲαμενοϲ ενα εκαϲτο των χρεοφιλετω του κυ αυτου ελεγεν τω πρωτω ποϲον οφιλειϲ τω κω μου · 6ο δε ειπε αυτω εκατον βαδουϲ ελαιου ο δε ειπεν αυτω δεξαι ϲου τα γραμματα και καθιϲαϲ ταχεωϲ γραψον πεντηκοντα ˙ 7επειτα ετερω ειπεν ϲυ δε ποϲον οφιλειϲ ο δε ειπε εκατον κορουϲ ϲιτου · λεγει δε αυτω δεξαι ϲου τα γραμματα και γραψον ογδοηκοντα ˙ 8και επηνεϲεν ο κϲ το οικονομον τηϲ αδικιαϲ οτι φρονιμωϲ εποιηϲε οτι φρονιμωτεροι οι υϊοι του αιωνοϲ τουτου υπερ τουϲ ϋϊουϲ του φωτοϲ ειϲ την γενεαν ταυτην εαυτω ειϲιν ˙
Compare: Tischendorf 8th edition (1869)
1Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς· ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. 2καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν. 3εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. 4ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν. 5καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· πόσον ὀφείλεις τῷ κυρίῳ μου; 6ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. ὁ δὲ εἶπεν αὐτῷ· δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. 7ἔπειτα ἑτέρῳ εἶπεν· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. λέγει αὐτῷ· δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα. 8καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσίν.
1And he said also unto his disciples, There was a certain rich man, which had a steward; and the same was accused unto him that he had wasted his goods. 2And he called him, and said unto him, How is it that I hear this of thee? give an account of thy stewardship; for thou mayest be no longer steward. 3Then the steward said within himself, What shall I do? for my lord taketh away from me the stewardship: I cannot dig; to beg I am ashamed. 4I am resolved what to do, that, when I am put out of the stewardship, they may receive me into their houses. 5So he called every one of his lord’s debtors unto him, and said unto the first, How much owest thou unto my lord? 6And he said, An hundred measures of oil. And he said unto him, Take thy bill, and sit down quickly, and write fifty. 7Then said he to another, And how much owest thou? And he said, An hundred measures of wheat. And he said unto him, Take thy bill, and write fourscore. 8And the lord commended the unjust steward, because he had done wisely: for the children of this world are in their generation wiser than the children of light.
9και εγω υμιν λεγω εαυτοιϲ ποιηϲατε φιλουϲ εκ του μαμωνα τηϲ αδικιαϲ ϊνα οταν εκλιπη δεξωνται υμαϲ ειϲ ταϲ αιωνιουϲ ϲκηναϲ ˙ 10ο πιϲτοϲ εν ελαχιϲτω και εν πολλω πιϲτοϲ εϲτιν και ο εν ελαχιϲτω αδικοϲ και εν πολλω αδικοϲ εϲτιν ˙ 11ει ουν εν τω αδικω μαμωνα πιϲτοι ουκ εγενεϲθαι το αληθινον τιϲ ϋμιν πιϲτευϲει ˙ 12και ει εν τω αλλοτριω πιϲτοι ουκ εγενεϲθαι το ϋμετερον τιϲ δωϲει ϋμιν 13ουδειϲ οικετηϲ δυναται δυϲι κυριοιϲ δουλευειν ˙ ει γαρ τον ενα μιϲηϲι και τον ετερον αγαπηϲει ˙ η ενοϲ ανθεξεται και του ετερου καταφρονηϲει ˙ ου δυναϲθαι θω δουλευειν και μαμωνα ˙ 14ηκουον δε ταυτα παντα φιλαργυροι ϋπαρχοντεϲ και εξεμυκτηριζον αυτον 15και ειπεν αυτοιϲ ϋμειϲ εϲτε οι δικαιουντεϲ εαυτουϲ ενωπιον των ανθρωπων ὁ δε θϲ γινωϲκει ταϲ καρδιαϲ ϋμων οτι το εν ανθρωποιϲ ϋψηλον βδελυγμα ενωπιον του θυ 16ὁ νομοϲ και οι προφηται μεχρι ϊωαννου απο τοτε η βαϲιλεια του θυ ευαγγελιζεται
Compare: Tischendorf 8th edition (1869)
9καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. 10ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς δώσει ὑμῖν; 13οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ. 14Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. 15καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ. 16ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
9And I say unto you, Make to yourselves friends of the mammon of unrighteousness; that, when ye fail, they may receive you into everlasting habitations. 10He that is faithful in that which is least is faithful also in much: and he that is unjust in the least is unjust also in much. 11If therefore ye have not been faithful in the unrighteous mammon, who will commit to your trust the true riches? 12And if ye have not been faithful in that which is another man’s, who shall give you that which is your own? 13No servant can serve two masters: for either he will hate the one, and love the other; or else he will hold to the one, and despise the other. Ye cannot serve God and mammon. 14And the Pharisees also, who were covetous, heard all these things: and they derided him. 15And he said unto them, Ye are they which justify yourselves before men; but God knoweth your hearts: for that which is highly esteemed among men is abomination in the sight of God. 16The law and the prophets were until John: since that time the kingdom of God is preached, and every man presseth into it.
17ευκοπωτερον δε εϲτιν το ουρανον και την γην παρελθιν η του νομου μιαν καιρεαν πεϲιν ˙ 18παϲ ο απολυων τη γυναικα αυτου και γαμων ετεραν μοιχευει ˙ και παϲ ο απολελυμενην απο ανδροϲ γαμων μοιχευει ˙ 19ανθρωποϲ δε τιϲ η πλουϲιοϲ και ενεδιδυϲκετο πορφυραν και βυϲϲον ευφραινομενοϲ καθ ημεραν λαμπρωϲ 20πτωχοϲ δε τιϲ ονοματι λαζαροϲ εβεβλητο προϲ τον πυλωνα αυτου ειλκωμενοϲ 21και επιθυμων χορταϲθηναι απο των πιπτοντων απο τηϲ τραπεζηϲ του πλουϲιου αλλα και οι κυνεϲ ερχομενοι επελειχον τα ελκη αυτου ˙ 22εγενετο δε αποθανιν τον πτωχον και απενεχθηναι αυτον ϋπο τω αγγελων ειϲ τον κολπον αβρααμ απεθανεν δε και ο πλουϲιοϲ και εταφη 23εν τω αδη επαραϲ τουϲ οφθαλμουϲ αυτου ϋπαρχων εν βαϲανοιϲ ορα αβρααμ απο μακροθεν και λαζαρον εν τοιϲ κολποιϲ αυτου 24και αυτοϲ φωνηϲαϲ ειπεν πατερ αβρααμ ελεηϲο με και πεμψον λαζαρον ϊνα βαψη το ακρον του δακτυλου αυτου ϋδατι και καταψυξη την γλωϲϲαν μου οτι οδυνωμαι εν τη φλογι ταυτη ·
Compare: Tischendorf 8th edition (1869)
17εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. 18πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει. 19Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. 20πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος 21καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 22ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24καὶ αὐτὸς φωνήσας εἶπεν· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
17And it is easier for heaven and earth to pass, than one tittle of the law to fail. 18Whosoever putteth away his wife, and marrieth another, committeth adultery: and whosoever marrieth her that is put away from her husband committeth adultery. 19There was a certain rich man, which was clothed in purple and fine linen, and fared sumptuously every day: 20And there was a certain beggar named Lazarus, which was laid at his gate, full of sores, 21And desiring to be fed with the crumbs which fell from the rich man’s table: moreover the dogs came and licked his sores. 22And it came to pass, that the beggar died, and was carried by the angels into Abraham’s bosom: the rich man also died, and was buried; 23And in hell he lift up his eyes, being in torments, and seeth Abraham afar off, and Lazarus in his bosom. 24And he cried and said, Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water, and cool my tongue; for I am tormented in this flame.
25ειπε δε αβρααμ μνηϲθητι τεκνον οτι απελαβεϲ τα αγαθα ϲου εν τη ζωη ϲου και λαζαροϲ ομοιωϲ τα κακα νυν δε ωδε παρακαλειται ϲυ δε οδυναϲαι26και εν παϲι τουτοιϲ μεταξυ ημων και ϋμω χαϲμα μεγα εϲτηρικται οπωϲ οι θελοντεϲ διαβηναι ενθεν προϲ ϋμαϲ μη δυνωνται μηδε εκειθεν προϲ ημαϲ διαπερωϲιν 27ειπεν δε ερωτω ουν ϲε πατερ ϊνα πεμψηϲ αυτον ειϲ τον οικον του πατροϲ μου 28εχω γαρ πεντε αδελφουϲ οπωϲ διαμαρτυρηται αυτοιϲ ϊνα μη και αυτοι ελθωϲιν ειϲ τον τοπον τουτον τηϲ βαϲανου ˙ 29λεγει δε αβρααμ εχουϲι μωϲεα και τουϲ προφηταϲ ακουϲατωϲαν αυτων ˙ 30ο δε ειπεν ουχι πατερ αβρααμ αλλ εαν τιϲ απο νεκρων αναϲτη προϲ αυτουϲ μετανοηϲουϲιν 31ειπεν δε αυτω ει μωϲεωϲ κ(αι) των προφητων ουκ ακουουϲιν ουδε εαν τιϲ εκ νεκρων αναϲτη πιϲθηϲονται ˙
Compare: Tischendorf 8th edition (1869)
25εἶπεν δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. 26καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27εἶπεν δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· 28ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29λέγει δὲ αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. 31εἶπεν δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
25But Abraham said, Son, remember that thou in thy lifetime receivedst thy good things, and likewise Lazarus evil things: but now he is comforted, and thou art tormented. 26And beside all this, between us and you there is a great gulf fixed: so that they which would pass from hence to you cannot; neither can they pass to us, that would come from thence. 27Then he said, I pray thee therefore, father, that thou wouldest send him to my father’s house: 28For I have five brethren; that he may testify unto them, lest they also come into this place of torment. 29Abraham saith unto him, They have Moses and the prophets; let them hear them. 30And he said, Nay, father Abraham: but if one went unto them from the dead, they will repent. 31And he said unto him, If they hear not Moses and the prophets, neither will they be persuaded, though one rose from the dead.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library