Luke, Chapter 23
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 245.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και αναϲταν απαν το πληθοϲ αυτων ηγαγον αυτον επι τον πιλατον 2ηρξαντο δε κατηγοριν αυτου λεγοντεϲ τουτον ευρομεν διαϲτρεφοντα το εθνοϲ ημων και κωλυοντα φορουϲ καιϲαρι διδοναι και λεγοντα εαυτο χν βαϲιλεα ειναι · 3ὁ δε πιλατοϲ ηρωτηϲεν αυτον λεγω ϲυ ει ο βαϲιλευϲ τω ϊουδαιων ο δε αποκριθειϲ αυτω λεγει ϲυ λεγειϲ 4ο δε πιλατοϲ ειπε προϲ τουϲ αρχϊεριϲ και τουϲ οχλουϲ ουδεν ευριϲκω αιτιον εν τω ανθρωπω τουτω 5οι δε επιϲχυον λεγοτεϲ οτι αναϲι τον οχλον καθ οληϲ τηϲ ϊουδαιαϲ και αρξαμενοϲ απο τηϲ γαλιλαιαϲ εωϲ ωδε 6πειλατοϲ δε ακουϲαϲ επηρωτηϲεν ει ο ανθρωποϲ γαλιλαιοϲ εϲτιν 7και επιγνουϲ οτι εκ τηϲ εξουϲιαϲ ηρωδου εϲτιν ανεπεμψεν αυτον προϲ ηρωδην οντα κατ αυτον εν ϊεροϲολυμοιϲ εν αυταιϲ ταιϲ ημεραιϲ 8ο ηρωδηϲ ϊδων τον ιν εχαρη λιαν ην γαρ εξ ϊκανων χρονων θελων ιδι αυτον δια το ακουειν περι αυτου κ(αι) ηλπιζε τι ϲημιον ϊδιν ϋπ αυτου γεινομενον 9επηρωτα αυτον εν λογοιϲ ϊκανοιϲ αυτοϲ δε ουκ απεκριναντο αυτω 10ϊϲτηκειϲαν δε οι αρχϊερειϲ και οι γραμματειϲ ευτονωϲ κατηγορουτεϲ αυτου
Compare: Tischendorf 8th edition (1869)
1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πειλᾶτον. 2ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι, καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. 3ὁ δὲ Πειλᾶτος ἠρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις. 4ὁ δὲ Πειλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαόν, διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6Πειλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, 7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8ὁ δὲ Ἡρώδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. 9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
1And the whole multitude of them arose, and led him unto Pilate. 2And they began to accuse him, saying, We found this fellow perverting the nation, and forbidding to give tribute to Caesar, saying that he himself is Christ a King. 3And Pilate asked him, saying, Art thou the King of the Jews? And he answered him and said, Thou sayest it. 4Then said Pilate to the chief priests and to the people, I find no fault in this man. 5And they were the more fierce, saying, He stirreth up the people, teaching throughout all Jewry, beginning from Galilee to this place. 6When Pilate heard of Galilee, he asked whether the man were a Galilaean. 7And as soon as he knew that he belonged unto Herod’s jurisdiction, he sent him to Herod, who himself also was at Jerusalem at that time. 8And when Herod saw Jesus, he was exceeding glad: for he was desirous to see him of a long season, because he had heard many things of him; and he hoped to have seen some miracle done by him. 9Then he questioned with him in many words; but he answered him nothing. 10And the chief priests and scribes stood and vehemently accused him.
11εξουθενηϲαϲ τε και ο ηρωδηϲ ϲυν τοιϲ ϲτρατευμαϲιν αυτου και ενπεξαϲ περιβαλων αιϲθητα λαμπρα επεμψεν αυτον τω πιλατω · 12εγενοτο δε φιλοι ο τε ηρωδηϲ και ο πιλατοϲ εν αυτη τη ημερα μετ αλληλων προυπηρχοντο γαρ εν εχθρα οντεϲ προϲ αυτουϲ · 13πιλατοϲ δε ϲυνκαλεϲαμενοϲ τουϲ αρχϊερειϲ και τουϲ αρχονταϲ και τον λαον 14ειπεν προϲ αυτουϲ προϲηνεγκατε μοι τον ανθρωπον τουτον ωϲ αποϲτρεφοντα τον λαον και ϊδου εγω ενωπιον ϋμων ανακριναϲ ουθεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε αυτου15αλλ ουδε ηρωδηϲ ανεπεμψε γαρ αυτον προϲ ημαϲ κ(αι) ο̣ ϊδου ουδεν αξιον θανατου εϲτιν πεπραγμενον αυτω 16παιδευϲαϲ ουν αυτον απολυϲω 17αναγκην δε ειχεν απολυειν αυτοιϲ κατα εορτην ινα 18ανεκραγον δε πανπληθει λεγοντεϲ αιρε τουτον απολυϲον δε ημιν το βαραββαν 19οϲτιϲ η δια ϲταϲιν τινα γενομενην εν τη πολει και φονον εν τη φυλακη 20παλιν δε ο πιλατοϲ προϲεφωνηϲεν αυτοιϲ θελων απολυϲαι τον ιν
Compare: Tischendorf 8th edition (1869)
11ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρώδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πειλάτῳ. 12ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρώδης καὶ ὁ Πειλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς. 13Πειλᾶτος δὲ συνκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14εἶπεν πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ, 15ἀλλ’ οὐδὲ Ἡρώδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. 16παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 17 18ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν· 19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ. 20πάλιν δὲ ὁ Πειλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
11And Herod with his men of war set him at nought, and mocked him, and arrayed him in a gorgeous robe, and sent him again to Pilate. 12And the same day Pilate and Herod were made friends together: for before they were at enmity between themselves. 13And Pilate, when he had called together the chief priests and the rulers and the people, 14Said unto them, Ye have brought this man unto me, as one that perverteth the people: and, behold, I, having examined him before you, have found no fault in this man touching those things whereof ye accuse him: 15No, nor yet Herod: for I sent you to him; and, lo, nothing worthy of death is done unto him. 16I will therefore chastise him, and release him. 17(For of necessity he must release one unto them at the feast.) 18And they cried out all at once, saying, Away with this man, and release unto us Barabbas: 19(Who for a certain sedition made in the city, and for murder, was cast into prison.) 20Pilate therefore, willing to release Jesus, spake again to them.
21οι δε επεφωνου λεγοντεϲ ϲταυρου ϲταυρου αυτον 22ο δε τριτον ειπεν προϲ αυτουϲ τι γαρ κακον εποιηϲεν ουτοϲ ουδεν αιτιον θανατου ευρο εν αυτω παιδευϲαϲ ουν αυτον απολυϲω 23οι δε εκειντο φωναιϲ μεγαλαιϲ αιτουμενοι αυτον ϲταυρωθηναι κ(αι) κατϊϲχυον αι φωναι αυτων 24και πιλατοϲ επεκρινεν γενεϲθαι το αιτημα αυτω 25απελυϲεν δε τον δια ϲταϲιν και φονον βεβλημενο ειϲ φυλακην ον ητουντο τον δε ιν παρεδωκεν τω θεληματι αυτω 26και ωϲ απηγαγον αυτον επιλαβομενοι ϲιμωνα τινα κυρηναιον ερχομενον απ αγρου επεθηκεν αυτω τον ϲταυρο οπιϲθεν του ιυ 27ηκολουθει δε αυτω πολυ πληθοϲ του λαου και γυναικων εκοπτοτο και εθρηνουν αυτον 28ϲτραφειϲ δε προϲ αυταϲ ιϲ ειπεν θυγατεραιϲ ϊερουϲαλημ μη κλαιετε επ εμε πλην εφ εαυταϲ κλαιετε και επι τα τεκνα ϋμων 29οτι ϊδου ημεραι ερχονται εν αιϲ ερουϲιν μακαριαι ϲτειραι και αι κοιλιαι αι ουκ εγεννηϲαν και μαϲτοι οι ουκ εθρεψαν 30τοτε αρξονται λεγει τοιϲ ορεϲιν πεϲετε εφ ημαϲ και τοιϲ βουνοιϲ καλυψατε ημαϲ
Compare: Tischendorf 8th edition (1869)
21οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρου, σταύρου αὐτόν. 22ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. 24καὶ Πειλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· 25ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακήν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν. 26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν· θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, 29ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν· μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. 30τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· πέσατε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς· καλύψατε ἡμᾶς·
21But they cried, saying, Crucify him, crucify him. 22And he said unto them the third time, Why, what evil hath he done? I have found no cause of death in him: I will therefore chastise him, and let him go. 23And they were instant with loud voices, requiring that he might be crucified. And the voices of them and of the chief priests prevailed. 24And Pilate gave sentence that it should be as they required. 25And he released unto them him that for sedition and murder was cast into prison, whom they had desired; but he delivered Jesus to their will. 26And as they led him away, they laid hold upon one Simon, a Cyrenian, coming out of the country, and on him they laid the cross, that he might bear it after Jesus. 27And there followed him a great company of people, and of women, which also bewailed and lamented him. 28But Jesus turning unto them said, Daughters of Jerusalem, weep not for me, but weep for yourselves, and for your children. 29For, behold, the days are coming, in the which they shall say, Blessed are the barren, and the wombs that never bare, and the paps which never gave suck. 30Then shall they begin to say to the mountains, Fall on us; and to the hills, Cover us.
31οτι ει εν τω υγρω ξυλαω ταυτα ποιουϲι εν τω ξηρω τι γενηται 32ηγοντο δε και ετεροι κακουργοι δυο ϲυν αυτω αναιρεθηναι 33και οτε ηλθον επι τον τοπον τον καλουμενον κρανιον εκει εϲταυρωϲαν αυτον και τουϲ κακουργουϲ ον μεν εκ δεξιω ον δε εξ αριϲτερω 34ο δε ιϲ ελεγεν πατερ αφεϲ αυτοιϲ ου γαρ οιδαϲιν τι ποιουϲιν διαμεριζομενοι δε τα ϊματια αυτου εβαλον κληρον 35και ϊϲτηκει ο λαοϲ θεωρων εξεμυκτηριζον δε οι αρχοντεϲ λεγοντεϲ αλλουϲ εϲωϲεν ϲωϲατω εαυτον ει ουτοϲ εϲτι ο χϲ ο του θυ ο εκλεκτοϲ 36ενεπεξαν δε αυτω οι ϲτρατιωται προϲερχομενοι οξοϲ προϲφεροντεϲ αυτω 37και λεγοντεϲ ει ϲυ ει ο βαϲιλευϲ των ϊουδαιων ϲωϲον ϲεαυτον 38ην δε και επιγραφη επ αυτω γραμμαϲιν ελληνικοιϲ ρωμαικοιϲ εβραικοιϲ ο βαϲιλευϲ τω ϊουδαιων ουτοϲ 39ειϲ δε των κρεμαϲθεντων κακουργων εβλαϲφημι αυτον λεγων ουχϊ ϲυ ει ο χϲ ϲωϲον ϲεαυτον και ημαϲ ˙ 40αποκριθειϲ δε ο ετεροϲ επιτιμων αυτω εφη ου φοβη ϲυ τον θν οτι εν τω αυτω κριματι ει
Compare: Tischendorf 8th edition (1869)
31ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; 32ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. 33Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἀριστερῶν. 34ὁ δὲ Ἰησοῦς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. 35καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ οἱ ἄρχοντες λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. 36ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ 37καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ· ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος. 39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν· οὐχὶ σὺ εἶ ὁ Χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
31For if they do these things in a green tree, what shall be done in the dry? 32And there were also two others, malefactors, led with him to be put to death. 33And when they were come to the place, which is called Calvary, there they crucified him, and the malefactors, one on the right hand, and the other on the left. 34Then said Jesus, Father, forgive them; for they know not what they do. And they parted his raiment, and cast lots. 35And the people stood beholding. And the rulers also with them derided him, saying, He saved others; let him save himself, if he be Christ, the chosen of God. 36And the soldiers also mocked him, coming to him, and offering him vinegar, 37And saying, If thou be the king of the Jews, save thyself. 38And a superscription also was written over him in letters of Greek, and Latin, and Hebrew, THIS IS THE KING OF THE JEWS. 39And one of the malefactors which were hanged railed on him, saying, If thou be Christ, save thyself and us. 40But the other answering rebuked him, saying, Dost not thou fear God, seeing thou art in the same condemnation?
41και ημιϲ μεν δικαιωϲ αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτοϲ δε ουδεν ατοπον επραξεν 42και ελεγε ιυ μνηϲθητι μου οταν ελθηϲ εν τη βαϲιλια ϲου 43κ(αι) ειπεν αυτω αμην λεγω ϲοι ϲημερον μετ εμου εϲη εν τω παραδιϲω 44και ην ωρα ωϲει εκτη ϲκοτοϲ εγενετο εφ ολην τη γην εωϲ ωραϲ ενατηϲ 45του ηλιου εκλιποντοϲ εϲχιϲθη δε το καταπεταϲμα του ναου μεϲον 46και φωνηϲαϲ φωνη μεγαλη ο ιϲ ειπεν πατερʼ ειϲ χιραϲ ϲου παρατιθεμαι το πνα μου τουτο δε ειπων εξεπνευϲεν 47ϊδων δε ο εκατοταρχηϲ το γενομενον εδοξαζεν τον θν λεγω οτι οντωϲ ο ανθρωποϲ ουτοϲ δικαιοϲ ην 48και παντεϲ οι ϲυνπαραγενομενοι οχλοι ειϲ την θεωριαν ταυτην θεωρηϲαντεϲ τα γενομενα τυπτοντεϲ τα ϲτηθη ϋπε ϲτρεφον ·49ειϲτηκιϲαν δε πατεϲ οι γνωϲτοι αυτου απο μακροθε και γυναικεϲ αι ϲυνακολουθουϲαι αυτω απο τηϲ γαλιλαιαϲ ορωϲαι ταυτα 50και ϊδου ανηρ ονοματι ϊωϲηφ βουλευτηϲ ϋπαρχω και ανηρ αγαθοϲ και δικαιοϲ
Compare: Tischendorf 8th edition (1869)
41καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42καὶ ἔλεγεν· Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 43καὶ εἶπεν αὐτῷ· ἀμήν σοι λέγω, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. 44Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, 45τοῦ ἡλίου ἐκλιπόντος· ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. 47ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48καὶ πάντες οἱ συνπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. 49εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
41And we indeed justly; for we receive the due reward of our deeds: but this man hath done nothing amiss. 42And he said unto Jesus, Lord, remember me when thou comest into thy kingdom. 43And Jesus said unto him, Verily I say unto thee, To day shalt thou be with me in paradise. 44And it was about the sixth hour, and there was a darkness over all the earth until the ninth hour. 45And the sun was darkened, and the veil of the temple was rent in the midst. 46And when Jesus had cried with a loud voice, he said, Father, into thy hands I commend my spirit: and having said thus, he gave up the ghost. 47Now when the centurion saw what was done, he glorified God, saying, Certainly this was a righteous man. 48And all the people that came together to that sight, beholding the things which were done, smote their breasts, and returned. 49And all his acquaintance, and the women that followed him from Galilee, stood afar off, beholding these things. 50And, behold, there was a man named Joseph, a counsellor; and he was a good man, and a just:
51ουτοϲ ουκ ην ϲυνκατατιθεμενοϲ τη βουλη και τη πραξει αυτων απο αριμαθαιαϲ πολεωϲ των ϊουδαιων οϲ προϲεδεχετο την βαϲιλειαν του θυ 52ουτοϲ προϲελθων τω πιλατω ητηϲατο το ϲωμα του ιυ ˙ 53και καθελων ενετυλιξεν αυτο ϲινδονι και εθηκεν αυτον εν μνηματι λαξευτω ου ουκ ην ουδειϲ ουδεπω κειμενοϲ · 54και ημερα ην παραϲκευηϲ και ϲαββατον επεφωϲκε 55κατακολουθηϲαϲαι δε γυναικεϲ αιτινεϲ ηϲαν ϲυνεληλυθυϊαι εκ τηϲ γαλιλαιαϲ αυτω εθεαϲαντο το μνημιον και ωϲ ετεθη το ϲωμα αυτου 56ϋποϲτρεψαϲαι δε ητοιμαϲαν αρωματα και μυρα και το μεν ϲαββατον ηϲυχαϲαν κατα τη εντολην
Compare: Tischendorf 8th edition (1869)
51οὗτος οὐκ ἦν συνκατατιθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν, ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, 52οὗτος προσελθὼν τῷ Πειλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος. 54καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. 55Κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα· καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
51(The same had not consented to the counsel and deed of them;) he was of Arimathaea, a city of the Jews: who also himself waited for the kingdom of God. 52This man went unto Pilate, and begged the body of Jesus. 53And he took it down, and wrapped it in linen, and laid it in a sepulchre that was hewn in stone, wherein never man before was laid. 54And that day was the preparation, and the sabbath drew on. 55And the women also, which came with him from Galilee, followed after, and beheld the sepulchre, and how his body was laid. 56And they returned, and prepared spices and ointments; and rested the sabbath day according to the commandment.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library