Mark, Chapter 5
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 219.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και ηλθον ειϲ το περαν τηϲ θαλαϲϲηϲ ειϲ την χωραν των γεραϲηνω 2και εξελθοντοϲ αυτου εκ του πλοιου ευθυϲ ϋπηντηϲε αυτω εκ των μνημιων ανοϲ εν πνι ακαθαρτω 3οϲ τη κατοικηϲιν ειχε εν τοιϲ μνημαϲι και ουδε αλυϲεϲι ουκετι ουδειϲ εδυνατο αυτον δηϲαι 4δι αυτον πολλακιϲ πεδαιϲ και αλυϲεϲι δεδεϲθαι και διεϲπαϲθαι ϋπ αυτου ταϲ αλυϲιϲ και ταϲ παιδαϲ ϲυτετριφθαι και ουδιϲ ϊϲχυϲεν αυτο 5και δια παντοϲ νυκτοϲ και ημεραϲ ε τοιϲ μνημαϲιν κ(αι) εν τοιϲ ορεϲιν η κραζων και κατακοπτων εαυτον λιθοιϲ 6και ϊδων τον ιν απο μακροθεν εδραμεν και προϲεκυνηϲεν αυτω 7και κραξαϲ φωνη μεγαλη λεγει τι εμοι και ϲοι ιυ υιε του θυ του ϋψιϲτου ορκιζω ϲε τον θν μη με βαϲανιϲηϲ 8και ελεγεν αυτω εξελθε το πνα το ακαθαρτον εκ του ανου 9και επηρωτα αυτο τι ονομα ϲοι και λεγι αυτω λεγιω ονομα μοι οτι πολλοι εϲμεν 10κ(αι) παρεκαλει αυτον πολλα ϊνα μη αυτον αποϲτιλη εξω τηϲ χωραϲ :
Compare: Tischendorf 8th edition (1869)
1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν. 2καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου, εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, 4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι, 5καὶ διαπαντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ, 7καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. 8ἔλεγεν γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. 9καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ λέγει αὐτῷ· λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
1And they came over unto the other side of the sea, into the country of the Gadarenes. 2And when he was come out of the ship, immediately there met him out of the tombs a man with an unclean spirit, 3Who had his dwelling among the tombs; and no man could bind him, no, not with chains: 4Because that he had been often bound with fetters and chains, and the chains had been plucked asunder by him, and the fetters broken in pieces: neither could any man tame him. 5And always, night and day, he was in the mountains, and in the tombs, crying, and cutting himself with stones. 6But when he saw Jesus afar off, he ran and worshipped him, 7And cried with a loud voice, and said, What have I to do with thee, Jesus, thou Son of the most high God? I adjure thee by God, that thou torment me not. 8For he said unto him, Come out of the man, thou unclean spirit. 9And he asked him, What is thy name? And he answered, saying, My name is Legion: for we are many. 10And he besought him much that he would not send them away out of the country.
11ην δε εκει προϲ τω αγελη χοιρων μεγαλη βοϲκομενη 12και παρεκαλεϲαν αυτον λεγοντεϲ πεμψον ημαϲ ειϲ τουϲ χοιρουϲ ϊνα ειϲ αυτουϲ ειϲελθωμεν 13και επετρεψεν αυτοιϲ και εξελθοντα τα πνατα τα ακαθαρτα ειϲηλθον ειϲ τουϲ χοιρουϲ και ωρμηϲεν η αγελη κατα του κρημνου ειϲ την θαλαϲϲα ωϲ διϲχιλιοι και επνιγοντο εν τη θαλαϲϲη 14και οι βοϲκοντεϲ αυτουϲ · εφυγον και απηγγιλον ειϲ την πολιν και ειϲ τουϲ αγρουϲ και εξηλθο ιδειν τι εϲτιν το γεγονοϲ 15και ηρχοντο προϲ τον ιν και θεωρουϲι τον δαιμονιζομενον καθημενον ϊματιϲμενο και ϲωφρονουντα τον εϲχηκοτα τον λεγιωνα και εφοβηθηϲαν 16και διηγηϲαντο αυτοιϲ οι ϊδοντεϲ πωϲ εγενετο τω δαιμονιζομενω και περι των χοιρων · 17και ηρξαντο παρακαλιν αυτο απελθιν απο τω οριων αυτων 18και εμβαινοντοϲ αυτου ειϲ το πλοιο παρεκαλει αυτο ο δαιμονιϲθειϲ ϊνα μετ αυτου η : 19και ουκ αφηκεν αυτον αλλα λεγει αυτω ϋπαγε ειϲ το οικον ϲου προϲ τουϲ ϲουϲ και απαγγειλον αυτοιϲ οϲα ο κϲ πεποιηκεν ϲοι κ(αι) ηλεηϲεν ϲε 20και απηλθεν και ηρξατο κηρυϲϲει εν τη δεκαπολι οϲα εποιηϲεν αυτω ο ιϲ και παντεϲ εθαυμαζον
Compare: Tischendorf 8th edition (1869)
11ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12καὶ παρεκάλεσαν αὐτὸν λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. 15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν. 16καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. 17καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ’ αὐτοῦ ᾖ. 19καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. 20καὶ ἀπῆλθεν, καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
11Now there was there nigh unto the mountains a great herd of swine feeding. 12And all the devils besought him, saying, Send us into the swine, that we may enter into them. 13And forthwith Jesus gave them leave. And the unclean spirits went out, and entered into the swine: and the herd ran violently down a steep place into the sea, (they were about two thousand;) and were choked in the sea. 14And they that fed the swine fled, and told it in the city, and in the country. And they went out to see what it was that was done. 15And they come to Jesus, and see him that was possessed with the devil, and had the legion, sitting, and clothed, and in his right mind: and they were afraid. 16And they that saw it told them how it befell to him that was possessed with the devil, and also concerning the swine. 17And they began to pray him to depart out of their coasts. 18And when he was come into the ship, he that had been possessed with the devil prayed him that he might be with him. 19Howbeit Jesus suffered him not, but saith unto him, Go home to thy friends, and tell them how great things the Lord hath done for thee, and hath had compassion on thee. 20And he departed, and began to publish in Decapolis how great things Jesus had done for him: and all men did marvel.
21και διαπεραϲαντοϲ του ιυ εν τω πλοιω ειϲ το περα παλιν ϲυνηχθη οχλοϲ πολυϲ επ αυτο και ην παρα την θαλαϲϲαν 22και ερχεται ειϲ τω αρχϊϲυναγωγων ονοματι ϊαϊροϲ κ(αι) ϊδων αυτον πιπτι προϲ τουϲ ποδαϲ αυτου 23και παρακαλει αυτον πολλα λεγω οτι το θυγατριον μου εϲχατωϲ εχει ϊνα ελθων επιθηϲ ταϲ χιραϲ αυτη ϊνα ϲωθη και ζηϲη 24και απηλθεν μετ αυτου και ηκολουθι αυτω οχλοϲ πολυϲ και ϲυνεθλιβον αυτον 25και γυνη ουϲα εν ρυϲει αιματοϲ δωδεκα ετη 26και πολλα παθουϲα ϋπο πολλων ϊατρων και δαπανηϲαϲα τα παρ εαυτηϲ πατα και μηδεν ωφεληθιϲα αλλα μαλλον ειϲ το χειρο ελθουϲα 27ακουϲαϲα τα περι του ιυ ελθουϲα εν τω οχλω οπιθεν ηψατο του ϊματιου αυτου 28ελεγεν γαρ οτι εαν αψωμαι καν του ϊματιου αυτου ϲωθηϲομαι 29και ευθυϲ εξηρανθη η πηγη του αιματοϲ αυτηϲ και εγνω τω ϲωματι οτι ϊαται απο τηϲ μαϲτιγοϲ 30και ευθυϲ ο ιϲ επιγνουϲ εν εαυτω την εξ αυτου δυναμιν εξελθουϲαν επιϲτραφειϲ εν τω οχλω ελεγε τιϲ μου ηψατο τω ϊματιων ˙
Compare: Tischendorf 8th edition (1869)
21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ εἰς τὸ πέραν πάλιν, συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, 23καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ. 24καὶ ἀπῆλθεν μετ’ αὐτοῦ, καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη, 26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27ἀκούσασα τὰ περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. 29καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· τίς μου ἥψατο τῶν ἱματίων;
21And when Jesus was passed over again by ship unto the other side, much people gathered unto him: and he was nigh unto the sea. 22And, behold, there cometh one of the rulers of the synagogue, Jairus by name; and when he saw him, he fell at his feet, 23And besought him greatly, saying, My little daughter lieth at the point of death: I pray thee, come and lay thy hands on her, that she may be healed; and she shall live. 24And Jesus went with him; and much people followed him, and thronged him. 25And a certain woman, which had an issue of blood twelve years, 26And had suffered many things of many physicians, and had spent all that she had, and was nothing bettered, but rather grew worse, 27When she had heard of Jesus, came in the press behind, and touched his garment. 28For she said, If I may touch but his clothes, I shall be whole. 29And straightway the fountain of her blood was dried up; and she felt in her body that she was healed of that plague. 30And Jesus, immediately knowing in himself that virtue had gone out of him, turned him about in the press, and said, Who touched my clothes?
31και ελεγον αυτω οι μαθηται αυτου βλεπειϲ τον οχλο ϲυνθλιβοντα ϲε και λεγιϲ τιϲ μου ηψατο 32και περιεβλεπετο ϊδειν την τουτο ποιηϲαϲαν 33η δε γυνη φοβηθιϲα και τρεμουϲα και ϊδυϊα ο γεγονεν αυτη ηλθεν και προϲεπεϲεν αυτω και ειπεν αυτω παϲαν την αληθιαν 34ο δε ειπεν αυτη θυγατερʼ η πιϲτιϲ ϲου ϲεϲωκεν ϲε ϋπαγε ειϲ ϊρηνην και ϊϲθι ϋγιηϲ απο τηϲ μαϲτιγοϲ ϲου 35ετι αυτου λαλουντοϲ ερχονται απο του αρχϊϲυναγωγου λεγοντεϲ οτι η θυγατηρ ϲου απεθανε τι ετι ϲκυλλειϲ τον διδαϲκαλον 36ο δε ιϲ παρακαουϲαϲ τον λογον λαλουμενον · λεγει τω αρχϊϲυναγωγω μη φοβου μονον πιϲτευε 37και ουκ αφηκεν ουδενα μετ αυτου ϲυνακολουθηϲαι ει μη τον πετρον και ϊακωβον και ϊωαννην τον αδελφον ϊακωβου 38και ερχονται ειϲ το οικον του αρχϊϲυναγωγου και θεωρει θορυβον και κλαιονταϲ και αλαλαζονταϲ πολλα · 39και ειϲελθων λεγει αυτοιϲ τι θορυβειϲθε και κλαιετε το παιδιον ουκ απεθανεν αλλα καθευδι · 40και κατεγελων αυτου αυτοϲ δε εκβαλω πανταϲ παραλαμβανει τον πρα του παιδιου και την μρα και τουϲ μετ αυτου και ειϲπορευεται οπου ην το παιδιον
Compare: Tischendorf 8th edition (1869)
31καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· τίς μου ἥψατο; 32καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. 35ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν, τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ, μόνον πίστευε. 37καὶ οὐκ ἀφῆκεν οὐδένα μετ’ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον.
31And his disciples said unto him, Thou seest the multitude thronging thee, and sayest thou, Who touched me? 32And he looked round about to see her that had done this thing. 33But the woman fearing and trembling, knowing what was done in her, came and fell down before him, and told him all the truth. 34And he said unto her, Daughter, thy faith hath made thee whole; go in peace, and be whole of thy plague. 35While he yet spake, there came from the ruler of the synagogue’s house certain which said, Thy daughter is dead: why troublest thou the Master any further? 36As soon as Jesus heard the word that was spoken, he saith unto the ruler of the synagogue, Be not afraid, only believe. 37And he suffered no man to follow him, save Peter, and James, and John the brother of James. 38And he cometh to the house of the ruler of the synagogue, and seeth the tumult, and them that wept and wailed greatly. 39And when he was come in, he saith unto them, Why make ye this ado, and weep? the damsel is not dead, but sleepeth. 40And they laughed him to scorn. But when he had put them all out, he taketh the father and the mother of the damsel, and them that were with him, and entereth in where the damsel was lying.
41και κρατηϲαϲ τηϲ χιροϲ του πεδιου λεγει αυτη ταλιθα κουμʼ · ο εϲτι μεθερμηνευομενον το κοραϲιον ϲοι λεγω εγειρε 42και ευθυϲ ανεϲτη το κοραϲιον και περιεπατι ην γαρ ωϲει ετων · ιβ · και εξεϲτηϲαν ευθυϲ εκϲταϲι μεγαλη43και διεϲτιλατο αυτοιϲ πολλα · ϊνα μηδιϲ γνω τουτο · και ειπε δοθηναι αυτη φαγιν
Compare: Tischendorf 8th edition (1869)
41καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθὰ κούμ, ὅ ἐστιν μεθερμηνευόμενον· τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε. 42καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ. 43καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
41And he took the damsel by the hand, and said unto her, Talitha cumi; which is, being interpreted, Damsel, I say unto thee, arise. 42And straightway the damsel arose, and walked; for she was of the age of twelve years. And they were astonished with a great astonishment. 43And he charged them straitly that no man should know it; and commanded that something should be given her to eat.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library