Philippians, Chapter 1
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 283.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1παυλοϲ και τιμοθεοϲ δουλοι χυ ιυ παϲι τοιϲ αγιοιϲ εν χω ιυ τοιϲ ουϲιν εν φιλιπποιϲ ϲυν επιϲκοποιϲ και διακονοιϲ 2χαριϲ ϋμιν και ειρηνη απο θυ πατροϲ ημων και κυ ιυ χυ 3ευχαριϲτω τω θω μου επι παϲη τη μνεια ϋμων 4παντοτε εν παϲη τη δεηϲει μου ϋπερ πατων υμων μετα χαραϲ την δεηϲιν ποιουμενοϲ 5επι τη κοινωνια υ̇μων ειϲ το ευαγγελιον απο τηϲ πρωτηϲ ημεραϲ αχρι του νυν 6πεποιθωϲ αυτο τουτο οτι ο εναρξαμενοϲ εν υμιν εργο αγαθον επιτελεϲι αχρι ημεραϲ ιυ χυ 7καθωϲ εϲτιν δικαιον εμοι τουτο φρονειν υπερ παντων ϋμων δια το εχειν με εν τη καρδια ϋμαϲ εν τε τοιϲ δεϲμοιϲ μου και εν τη απολογια και βεβαιωϲει του ευαγγελιου ϲυκοινωνουϲ μου τηϲ χαριτοϲ πανταϲ υμαϲ ονταϲ 8μαρτυϲ γαρ μου ο θϲ ωϲ επιποθω πανταϲ ϋμαϲ εν ϲπλαγχνοιϲ χυ ιυ
Compare: Tischendorf 8th edition (1869)
1Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις. 2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. 3Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, 4πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, 5ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, 6πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ· 7καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. 8μάρτυς γάρ μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.
1Paul and Timotheus, the servants of Jesus Christ, to all the saints in Christ Jesus which are at Philippi, with the bishops and deacons: 2Grace be unto you, and peace, from God our Father, and from the Lord Jesus Christ. 3I thank my God upon every remembrance of you, 4Always in every prayer of mine for you all making request with joy, 5For your fellowship in the gospel from the first day until now; 6Being confident of this very thing, that he which hath begun a good work in you will perform it until the day of Jesus Christ: 7Even as it is meet for me to think this of you all, because I have you in my heart; inasmuch as both in my bonds, and in the defence and confirmation of the gospel, ye all are partakers of my grace. 8For God is my record, how greatly I long after you all in the bowels of Jesus Christ.
9και τουτο προϲευχομαι ϊνα η αγαπη υμων ετι μαλλον και μαλλον περιϲϲευη εν επιγνωϲει και παϲη αιϲθηϲει 10ειϲ το δοκιμαζειν τα διαφεροντα ϊνα ητε αλικρινειϲ και απροϲκοποι ειϲ ημεραν χυ 11πεπληρωμενοι καρπον δικαιοϲυνηϲ τον δια ιυ χυ ειϲ δοξαν και επαινον θυ 12γεινωϲκιν δε ϋμαϲ βουλομαι αδελφοι οτι τα κατ εμε μαλλον ειϲ προκοπην του ευαγγελιου εληλυθεν 13ωϲτε τουϲ δεϲμουϲ μου φανερουϲ εν τω χω γεγονεναι εν ολω τω πραιτωριω και τοιϲ λοιποιϲ παϲιν 14και τουϲ πλειοναϲ των αδελφων εν κω πεποιθοταϲ τοιϲ δεϲμοιϲ μου περιϲϲοτερωϲ τολμαν αφοβωϲ τον λογον του θυ λαλι 15τινεϲ μεν και δια φθονον και εριν τινεϲ δε και δι ευδοκιαν τον χν κηρυϲϲειν 16οι μεν εξ αγαπηϲ ειδοτεϲ οτι ειϲ απολογιαν του ευαγγελιου κειμαι
Compare: Tischendorf 8th edition (1869)
9καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, 10εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, 11πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ. 12Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, 13ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν, 14καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν. 15τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· 16οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι,
9And this I pray, that your love may abound yet more and more in knowledge and in all judgment; 10That ye may approve things that are excellent; that ye may be sincere and without offence till the day of Christ; 11Being filled with the fruits of righteousness, which are by Jesus Christ, unto the glory and praise of God. 12But I would ye should understand, brethren, that the things which happened unto me have fallen out rather unto the furtherance of the gospel; 13So that my bonds in Christ are manifest in all the palace, and in all other places; 14And many of the brethren in the Lord, waxing confident by my bonds, are much more bold to speak the word without fear. 15Some indeed preach Christ even of envy and strife; and some also of good will: 16The one preach Christ of contention, not sincerely, supposing to add affliction to my bonds:
17οι δε εξ εριθειαϲ τον χν καταγγελλουϲιν ουχ αγνωϲ οιομενοι θλιψιν εγειρειν τοιϲ δεϲμοιϲ μου 18τι γαρ πλην οτι παντι τροπω ειτε προφαϲει ειτε ε αληθεια χϲ καταγγελλεται και εν τουτω χαιρω αλλα και χαρηϲομαι19οιδα γαρ οτι τουτο μοι αποβηϲεται ειϲ ϲωτηριαν δια τηϲ ϋμων δεηϲεωϲ και επιχορηγιαϲ του πνϲ ιυ χυ 20κατα την αποκαραδοκιαν και ελπιδα μ(ου) οτι εν ουδενι αιϲχυνθηϲομαι αλλ εν παϲη παρρηϲια ωϲ παντοτε και νυν μεγαλυνθηϲεται χϲ εν τω ϲωματι μου ειτε δια ζωηϲ ειτε δια θανατου 21εμοι γαρ το ζην χϲ και το αποθανειν κερδοϲ 22ει δε το ζην εν ϲαρκι τουτο μοι καρποϲ εργου και τι αιρηϲομαι ου γνωριζω 23ϲυνεχομαι δε εκ των δυο την επιθυμιαν εχω ειϲ το αναλυϲαι και ϲυν χω ειναι πολλω μαλλον κριϲϲο 24το δε επιμενιν τη ϲαρκι αναγκαιοτερον δι ϋμαϲ
Compare: Tischendorf 8th edition (1869)
17οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου. 18τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω. ἀλλὰ καὶ χαρήσομαι· 19οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ, 20κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. 21Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. 22εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω. 23συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον· 24τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς.
17But the other of love, knowing that I am set for the defence of the gospel. 18What then? notwithstanding, every way, whether in pretence, or in truth, Christ is preached; and I therein do rejoice, yea, and will rejoice. 19For I know that this shall turn to my salvation through your prayer, and the supply of the Spirit of Jesus Christ, 20According to my earnest expectation and my hope, that in nothing I shall be ashamed, but that with all boldness, as always, so now also Christ shall be magnified in my body, whether it be by life, or by death. 21For to me to live is Christ, and to die is gain. 22But if I live in the flesh, this is the fruit of my labour: yet what I shall choose I wot not. 23For I am in a strait betwixt two, having a desire to depart, and to be with Christ; which is far better: 24Nevertheless to abide in the flesh is more needful for you.
25και τουτο πεποιθωϲ οιδα οτι μενω και παραμενω παϲιν ϋμιν ειϲ την υμω προκοπην και χαραν τηϲ πιϲτεωϲ ϋμων 26ϊνα το καυχημα ϋμων περιϲϲευη εν χω ιυ εν εμοι δια τηϲ εμηϲ παρουϲιαϲ παλιν προϲ υμαϲ 27μονον αξιωϲ του ευαγγελιου πολιτευεϲθαι ϊνα ειτε ελθων και ειδω ϋμαϲ ακουω τα περι ϋμων οτι ϲτηκετε εν ενι πνι μια ψυχη ϲυναθλουτεϲ τη πιϲτι του ευαγγελιου 28και μη πτυρομενοι εν μηδενι ϋπο των αντικειμενων ητιϲ εϲτιν αυτοιϲ ενδειξειϲ απωλιαϲ ϋμων δε ϲωτηριαϲ και τουτο απο θυ 29οτι ϋμιν εχαριϲθη το ϋπερ χυ ου μονον το ειϲ αυτο πιϲτευειν αλλα και το ϋπερ αυτου παϲχειν 30τον αυτον αγωνα εχοντεϲ οιον ειδετε εν εμοι και νυν ακουετε εν εμοι
Compare: Tischendorf 8th edition (1869)
25καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. 27Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, 28καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ· 29ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, 30τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.
25And having this confidence, I know that I shall abide and continue with you all for your furtherance and joy of faith; 26That your rejoicing may be more abundant in Jesus Christ for me by my coming to you again. 27Only let your conversation be as it becometh the gospel of Christ: that whether I come and see you, or else be absent, I may hear of your affairs, that ye stand fast in one spirit, with one mind striving together for the faith of the gospel; 28And in nothing terrified by your adversaries: which is to them an evident token of perdition, but to you of salvation, and that of God. 29For unto you it is given in the behalf of Christ, not only to believe on him, but also to suffer for his sake; 30Having the same conflict which ye saw in me, and now hear to be in me.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library