Philippians, Chapter 2
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 283.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ει τιϲ ουν παρακληϲιϲ εν χω ει τι παραμυθιον αγαπηϲ ει τιϲ κοινωνια πνϲ ˙ ει τιϲ ϲπλαγχνα και οικτιρμοι 2πληρωϲατε μου την χαραν ϊνα το αυτο φρονητε τη αυτην αγαπην εχοντεϲ ϲυμψυχοι το αυτο φρονουτεϲ 3μηδεν κατ εριθιαν μηδε κατα κενοδοξιαν αλλα τη ταπινοφροϲυνη αλληλουϲ ηγουμενοι ϋπερεχονταϲ εαυτων 4μη τα εαυτων εκαϲτοϲ ϲκοπουτεϲ αλλα και τα ετερων εκαϲτοι 5τουτο φρονειτε εν υμιν ο και εν χω ιυ 6οϲ εν μορφη θυ υπαρχω ουχ αρπαγμον ηγηϲατο το ειναι ϊϲα θω 7αλλα εαυτον εκενωϲεν μορφη δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενοϲ και ϲχηματι ευρεθειϲ ωϲ ανθρωποϲ 8εταπινωϲεν εαυτον γενομενοϲ ϋπηκοοϲ μεχρι θανατου θανατου δε του ϲταυρου
Compare: Tischendorf 8th edition (1869)
1Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, 2πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύνψυχοι, τὸ ἓν φρονοῦντες, 3μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, 4μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι. 5τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, 6ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, 7ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος 8ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
1If there be therefore any consolation in Christ, if any comfort of love, if any fellowship of the Spirit, if any bowels and mercies, 2Fulfil ye my joy, that ye be likeminded, having the same love, being of one accord, of one mind. 3Let nothing be done through strife or vainglory; but in lowliness of mind let each esteem other better than themselves. 4Look not every man on his own things, but every man also on the things of others. 5Let this mind be in you, which was also in Christ Jesus: 6Who, being in the form of God, thought it not robbery to be equal with God: 7But made himself of no reputation, and took upon him the form of a servant, and was made in the likeness of men: 8And being found in fashion as a man, he humbled himself, and became obedient unto death, even the death of the cross.
9διο και ο θϲ αυτον ϋπερυψωϲεν και εχαριϲατο αυτω το ονομα το υπερ παν ονομα 10ϊνα εν τω ονοματι ιυ χυ παν γονυ καμψη επουρανιων και επιγιων και καταχθονιων 11και παϲα γλωϲϲα εξομολογηϲητε οτι κϲ ιϲ χϲ ειϲ δοξαν θυ πρϲ 12ωϲτε αγαπητοι μ(ου) καθωϲ παντοτε ϋπηκουϲατε μη ωϲ εν τη παρουϲια μ(ου) μονον αλλα νυ πολλω μαλλον εν τη απουϲια μ(ου) μετα φοβου και τρομου την εαυτων ϲωτηριαν κατεργαζεϲθε 13θϲ γαρ εϲτιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν ϋπερ τηϲ ευδοκιαϲ 14παντα ποιειτε χωριϲ γογγυϲμων και διαλογιϲμω 15ϊνα γενηϲθε αμεμπτοι και ακαιρεοι τεκνα θυ αμωμα μεϲον γενεαϲ ϲκολιαϲ και διεϲτραμμενηϲ εν οιϲ φαινεϲθε ωϲ φωϲτηρεϲ εν κοϲμω 16λογο ζωηϲ εχοντεϲ ειϲ καυχημα εμοι ειϲ ημεραν χυ οτι ουκ ειϲ κενον εδραμον ουδε ειϲ κενον εκοπιαϲα
Compare: Tischendorf 8th edition (1869)
9διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. 12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 13θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. 14πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
9Wherefore God also hath highly exalted him, and given him a name which is above every name: 10That at the name of Jesus every knee should bow, of things in heaven, and things in earth, and things under the earth; 11And that every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father. 12Wherefore, my beloved, as ye have always obeyed, not as in my presence only, but now much more in my absence, work out your own salvation with fear and trembling. 13For it is God which worketh in you both to will and to do of his good pleasure. 14Do all things without murmurings and disputings: 15That ye may be blameless and harmless, the sons of God, without rebuke, in the midst of a crooked and perverse nation, among whom ye shine as lights in the world; 16Holding forth the word of life; that I may rejoice in the day of Christ, that I have not run in vain, neither laboured in vain.
17αλλ ει και ϲπενδομαι επι τη θυϲια και λιτουργια τηϲ πιϲτεωϲ ϋμων χαιρω παϲιν ϋμιν 18το δε αυτο και ϋμιϲ χαιρετε και ϲυγχαιρετε μοι 19ελπιζω δε εν κω ιυ τιμοθεον ταχεωϲ πεμψαι ϋμι ϊνα καγω ευψυχω γνουϲ τα περι ϋμω 20ουδενα γαρ εχω ιϲοψυχον οϲτιϲ γνηϲιωϲ τα περι ϋμω μεριμνηϲει 21οι παντεϲ γαρ τα εαυτων ζητουϲιν ου τα ιυ χυ 22την δε δοκιμην αυτου γινωϲκετε οτι ωϲ πατρι τεκνο ϲυν εμοι εδουλευϲεν ειϲ το ευαγγελιον 23τουτον μεν ουν ελπιζω πεμψαι ωϲ α αφιδω τα περι εμε εξαυτηϲ 24πεποιθα δε εν κω οτι και αυ τοϲ ταχεωϲ ελευϲομαι προϲ ϋμαϲ
Compare: Tischendorf 8th edition (1869)
17ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συνχαίρω πᾶσιν ὑμῖν· 18τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συνχαίρετέ μοι. 19Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. 20οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει, 21οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ. 22τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· 24πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
17Yea, and if I be offered upon the sacrifice and service of your faith, I joy, and rejoice with you all. 18For the same cause also do ye joy, and rejoice with me. 19But I trust in the Lord Jesus to send Timotheus shortly unto you, that I also may be of good comfort, when I know your state. 20For I have no man likeminded, who will naturally care for your state. 21For all seek their own, not the things which are Jesus Christ’s. 22But ye know the proof of him, that, as a son with the father, he hath served with me in the gospel. 23Him therefore I hope to send presently, so soon as I shall see how it will go with me. 24But I trust in the Lord that I also myself shall come shortly.
25αναγκαιον δε ηγηϲαμην επαφροδιτον τον αδελφον και ϲυνεργο και ϲυϲτρατιωτη μου ϋμων δε αποϲτολον και λιτουργον τηϲ χρειαϲ μου πεμψαι προϲ ϋμαϲ 26επειδη επιποθων ην πανταϲ ϋμαϲ ϊδειν και αδημονων διοτι ηκουϲατε οτι ηϲθενηϲεν 27και γαρ ηϲθενηϲεν παραπληϲιον θανατω αλλα ο θϲ ηλεηϲεν αυτον ουκ αυτον δε μονο αλλα και εμε ϊνα μη λυπην επι λυπην ϲχω 28ϲπουδαιοτερωϲ ουν επεμψα αυτο ϊνα ειδοντεϲ αυτον παλιν χαρητε καγω αλυποτεροϲ ῶ 29προϲδεξαϲθαι ουν αυτον εν κω μετα παϲηϲ χαραϲ και τουϲ τοιουτουϲ εντιμουϲ εχετε 30οτι δια το εργον κυ μεχρι θανατου ηγγιϲεν παραβολευϲαμενοϲ τη ψυχη ϊνα αναπληρωϲει το ϋμων ϋϲτερημα τηϲ προϲ εμε λιτουργιαϲ
Compare: Tischendorf 8th edition (1869)
25Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συνστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, 26ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. 27καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ· ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. 29προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
25Yet I supposed it necessary to send to you Epaphroditus, my brother, and companion in labour, and fellow soldier, but your messenger, and he that ministered to my wants. 26For he longed after you all, and was full of heaviness, because that ye had heard that he had been sick. 27For indeed he was sick nigh unto death: but God had mercy on him; and not on him only, but on me also, lest I should have sorrow upon sorrow. 28I sent him therefore the more carefully, that, when ye see him again, ye may rejoice, and that I may be the less sorrowful. 29Receive him therefore in the Lord with all gladness; and hold such in reputation: 30Because for the work of Christ he was nigh unto death, not regarding his life, to supply your lack of service toward me.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library