Revelation, Chapter 10
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 328.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και ειδον αλλον αγγελο ϊϲχυρον καταβαινοντα εκ του ουνου περιβεβλημενο νεφελην και η θριξ επι τηϲ κεφαληϲ αυτου και το προϲωπον αυτου ωϲ ο ηλιοϲ και οι ποδεϲ αυτου ωϲ ϲτυλοι πυροϲ 2και εχων εν τη χειρι αυτου βιβλαριδιον ηνεωγμενον και εθηκε τον ποδα αυτου το δεξιον επι τηϲ θαλαϲϲηϲ τον δε ευωνυμον επι τηϲ γηϲ 3και εκραξεν φωνη μεγαλη ωϲπερ λεων μυκατε και οτε εκραξεν ωϲ ελαληϲαν επτα φωναι ταιϲ εαυτων φωναιϲ 4και οϲα ελαληϲαν αι επτα βρονται εμελλον γραφει και ηκουϲα φωνη εκ του ουνου λεγουϲαν ϲφραγιϲον οϲα ελαληϲαν αι επτα βρονται και μη αυτα γραψηϲ 5και ο αγγελοϲ ον ειδον εϲτωτα επι τηϲ θαλαϲϲηϲ και επι τηϲ γηϲ ηρεν την χειρα αυτου την δεξιαν ειϲ τον ουρανον
Compare: Tischendorf 8th edition (1869)
1Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός, 2καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, 3καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. 4καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. 5καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν
1And I saw another mighty angel come down from heaven, clothed with a cloud: and a rainbow was upon his head, and his face was as it were the sun, and his feet as pillars of fire: 2And he had in his hand a little book open: and he set his right foot upon the sea, and his left foot on the earth, 3And cried with a loud voice, as when a lion roareth: and when he had cried, seven thunders uttered their voices. 4And when the seven thunders had uttered their voices, I was about to write: and I heard a voice from heaven saying unto me, Seal up those things which the seven thunders uttered, and write them not. 5And the angel which I saw stand upon the sea and upon the earth lifted up his hand to heaven,
6και ωμοϲε τω ζωντι ειϲ τουϲ αιωναϲ των αιωνω οϲ εκτιϲεν τον ουνον και τα εν αυτω και την γην και τα εν αυτη οτι χρονοϲ ουκετι εϲτιν 7αλλ εν ταιϲ ημεραιϲ τηϲ φωνηϲ του αγγελου του εβδομου οταν μελλη ϲαλπιζειν και ετελεϲθη το μυϲτηριον του θυ ωϲ ευηγγελιϲεν τουϲ εαυτου δουλουϲ και τουϲ προφηταϲ 8και η φωνη ην ηκουϲα εκ του ουνου παλι λαλουϲαν μετ εμου και λεγουϲαν υπαγε λαβε το βιβλαριδιον το ηνεωγμενον εν τη χειρι του αγγελου του εϲτωτοϲ επι τηϲ γηϲ9και απηλθον προϲ το αγγελον λεγων αυτω δουναι μοι το βιβλιον και λεγει μοι λαβε αυτο και καταφαγε και πικρανι ϲου την κοιλιαν αλλα εν τω ϲτοματι ϲου εϲται γλυκυ ωϲ μελι 10και ελαβον το βιβλιον εκ τηϲ χειροϲ του αγγελου και κατεφαγον αυτο και ην εν τω ϲτοματι μου ωϲ μελει γλυκυ και οτε εφαγον αυτο εγεμιϲθη η κοιλια μου
Compare: Tischendorf 8th edition (1869)
6καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται, 7ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας. 8καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετ’ ἐμοῦ καὶ λέγουσαν, ὕπαγε λάβε τὸ βιβλαρίδιον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλαρίδιον. καὶ λέγει μοι, λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
6And sware by him that liveth for ever and ever, who created heaven, and the things that therein are, and the earth, and the things that therein are, and the sea, and the things which are therein, that there should be time no longer: 7But in the days of the voice of the seventh angel, when he shall begin to sound, the mystery of God should be finished, as he hath declared to his servants the prophets. 8And the voice which I heard from heaven spake unto me again, and said, Go and take the little book which is open in the hand of the angel which standeth upon the sea and upon the earth. 9And I went unto the angel, and said unto him, Give me the little book. And he said unto me, Take it, and eat it up; and it shall make thy belly bitter, but it shall be in thy mouth sweet as honey. 10And I took the little book out of the angel’s hand, and ate it up; and it was in my mouth sweet as honey: and as soon as I had eaten it, my belly was bitter.
11και λεγουϲιν μοι δι ϲε παλιν προφητευϲαι επι λαοιϲ και εθνεϲιν και γλωϲϲαιϲ και βαϲιλευϲιν πολλοιϲ
Compare: Tischendorf 8th edition (1869)
11καὶ λέγουσίν μοι· δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἐπὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.
11And he said unto me, Thou must prophesy again before many peoples, and nations, and tongues, and kings.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library