Revelation, Chapter 5
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 327.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και ειδον επι την δεξιαν του καθημενου επι του θρονου εμπροϲθεν και οπιϲθεν κατεϲφραγιϲμενον ϲφραγιϲιν πτα 2κ(αι) ειδον αγγελον κηρυϲϲοντα ιϲχυρο εν φωνη μεγαλη τιϲ αξιοϲ ανοιξε το βιβλιον και λυϲαι ταϲ ϲφραγιδαϲ αυτου 3και ουδειϲ εδυνατο εν τω ουνω ουτε επι τηϲ γηϲ ανοιξε το βιβλιον ουτε βλεπειν αυτο 4και εκλααν πολυ οτι ουδειϲ αξιοϲ ευρεθηϲεται ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο 5και ειϲ εκ των πρεϲβυτερων λεγει μοι μη κλαιε ϊδου ενικηϲε ο λεων εκ τηϲ φυληϲ ϊουδα η ριζα δαδ ανοιξαι το βιβλιον και λυϲαι ταϲ επτα ϲφραγιδαϲ αυτου
Compare: Tischendorf 8th edition (1869)
1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. 4καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. 5καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυείδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
1And I saw in the right hand of him that sat on the throne a book written within and on the backside, sealed with seven seals. 2And I saw a strong angel proclaiming with a loud voice, Who is worthy to open the book, and to loose the seals thereof? 3And no man in heaven, nor in earth, neither under the earth, was able to open the book, neither to look thereon. 4And I wept much, because no man was found worthy to open and to read the book, neither to look thereon. 5And one of the elders saith unto me, Weep not: behold, the Lion of the tribe of Juda, the Root of David, hath prevailed to open the book, and to loose the seven seals thereof.
6και ειδον εν μεϲω του θρονου και των τεϲϲαρων ζωων και εν μεϲω των πρεϲβυτερων αρνιον εϲτηκωϲ ωϲ εϲφαγμενον εχων κερατα επτα και οφθαλμουϲ επτα οι ειϲιν τα επτα πνατα του θυ απεϲταλμενα ειϲ παϲαν την γην 7και ηλθεν και ειληφεν εκ τηϲ δεξιαϲ τηϲ καθημενου επι του θρονου 8και οτε ελαβεν το βιβλιον τα τεϲϲερα ζωα και οι εικοϲι τεϲϲαρεϲ πρεϲβυτεροι επεϲα ενωπιον του αρνιου εκαϲτοϲ εχοντεϲ κιθαραν και φιαλαϲ χρυϲεαϲ γεμουϲαϲ θυμιαματων α ειϲιν προϲευχαι των αγιων 9και αδουϲιν ωδην καινην λεγοντεϲ αξιοϲ ει λαβιν το βιβλιον και ανοιξαι ταϲ ϲφραγιδαϲ αυτου οτι εϲφαγηϲ και ηγοραϲαϲ τω θω ημαϲ εν τω αιματι ϲου εκ παϲηϲ φυληϲ και γλωϲϲηϲ και λαου και εθνουϲ 10και εποιηϲαϲ αυτουϲ τω θω ημων βαϲιλιαν και ϊερατειαν και βαϲιλευϲουϲιν επι τηϲ γηϲ
Compare: Tischendorf 8th edition (1869)
6Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζώων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὼς ὡς ἐσφαγμένον, ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ ἀπεσταλμένα εἰς πᾶσαν τὴν γῆν. 7καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσερα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων. 9καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες, ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
6And I beheld, and, lo, in the midst of the throne and of the four beasts, and in the midst of the elders, stood a Lamb as it had been slain, having seven horns and seven eyes, which are the seven Spirits of God sent forth into all the earth. 7And he came and took the book out of the right hand of him that sat upon the throne. 8And when he had taken the book, the four beasts and four and twenty elders fell down before the Lamb, having every one of them harps, and golden vials full of odours, which are the prayers of saints. 9And they sung a new song, saying, Thou art worthy to take the book, and to open the seals thereof: for thou wast slain, and hast redeemed us to God by thy blood out of every kindred, and tongue, and people, and nation; 10And hast made us unto our God kings and priests: and we shall reign on the earth.
11και ειδον και ηκουϲα ωϲ φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεϲβυτερων και ην ο αριθμοϲ αυτων μυριαδεϲ μυριαδω και χιλιαδεϲ χιλιαδων 12λεγοντεϲ φωνη μεγαλη αξιον εϲτιν το αρνιον το εϲφαγμενον λαβιν την δυναμι και πλουτον και ϲοφιαν και ϊϲχυν και τιμην και δοξαν και ευλογιαν 13και παν κτιϲμα το ε τω ουνω και επι τηϲ γηϲ και τα εν τη θαλαϲϲη και τα εν αυτοιϲ παντα και ηκουϲα λεγονταϲ τω καθημενω επι του θρονου και τω αρνιω η ευλογια και η τιμη και η δοξα παντοκρατοροϲ ειϲ τουϲ αιωναϲ των αιωνων · 14και τα τεϲϲαρα ζωα ελεγον αμην και οι πρεϲβυτεροι επεϲαν και προϲεκυνηϲαν
Compare: Tischendorf 8th edition (1869)
11καὶ εἶδον, καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12λέγοντες φωνῇ μεγάλῃ, ἄξιός ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ἤκουσα λέγοντας, τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 14καὶ τὰ τέσσερα ζῷα ἔλεγον, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
11And I beheld, and I heard the voice of many angels round about the throne and the beasts and the elders: and the number of them was ten thousand times ten thousand, and thousands of thousands; 12Saying with a loud voice, Worthy is the Lamb that was slain to receive power, and riches, and wisdom, and strength, and honour, and glory, and blessing. 13And every creature which is in heaven, and on the earth, and under the earth, and such as are in the sea, and all that are in them, heard I saying, Blessing, and honour, and glory, and power, be unto him that sitteth upon the throne, and unto the Lamb for ever and ever. 14And the four beasts said, Amen. And the four and twenty elders fell down and worshipped him that liveth for ever and ever.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library