Revelation, Chapter 6
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 327.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και ϊδον οτε ηνυξεν το αρνιον μιαν εκ των επτα και ηκουϲα ενοϲ των τεϲϲαρω ζωων λεγοντων ωϲ φωνην βροντηϲ ερχου και ϊδε 2και ειδον και ϊδου ϊπποϲ λευκοϲ και ο καθημενοϲ επ αυτον ο̣ εχων τοξον και εδοθη αυτω ϲτεφανοϲ και εξηλθεν νικων και ενικηϲεν 3και οτε ηνυξεν την ϲφραγιδα την δευτεραν ηκουϲα του δευτερου ζωου λεγοντοϲ ερχου 4και ϊδε και ϊδον και ϊδου εξηλθεν αλλοϲ ϊπποϲ πυρροϲ και τω καθημενω επ αυτον εδοθη αυτω λαβειν την ειρηνην εκ τηϲ γηϲ και εινα αλληλουϲ ϲφαξωϲιν και εδοθη αυτω μαχαιρα μεγαλη 5και οτε ηνυξε την ϲφραγιδα την τριτην ηκουϲα του τριτου ζωου λεγοντοϲ ερχου και ϊδε και ειδον και ϊδου ιπποϲ μελαϲ και ο καθημενοϲ επ αυτον εχων ζυγον εν τη χιρι αυτου
Compare: Tischendorf 8th edition (1869)
1Καὶ ἴδον ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζώων λέγοντος ὡς φωνὴ βροντῆς, ἔρχου. 2καὶ ἴδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ. 3Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζώου λέγοντος, ἔρχου. 4καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. 5Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζώου λέγοντος· ἔρχου. καὶ ἴδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
1And I saw when the Lamb opened one of the seals, and I heard, as it were the noise of thunder, one of the four beasts saying, Come and see. 2And I saw, and behold a white horse: and he that sat on him had a bow; and a crown was given unto him: and he went forth conquering, and to conquer. 3And when he had opened the second seal, I heard the second beast say, Come and see. 4And there went out another horse that was red: and power was given to him that sat thereon to take peace from the earth, and that they should kill one another: and there was given unto him a great sword. 5And when he had opened the third seal, I heard the third beast say, Come and see. And I beheld, and lo a black horse; and he that sat on him had a pair of balances in his hand.
6και ηκουϲα ωϲ φωνην εν μεϲω τω τεϲϲαρων ζωων λεγουϲαν χοινιξ ϲιτου δηναριου και τριϲ χοινικεϲ κριθω δηναριου και το ελαιον και τον οινον μη αδικηϲηϲ7και οτε ηνυξεν τη ϲφραγιδα την τεταρτην ηκουϲα φωνην του τεταρτου ζωου λεγοντοϲ ερχου και ϊδε 8και ϊδο και ϊδου ϊπποϲ χλωροϲ και ο καθημενοϲ επανω αυτου ονομα αυτω θανατοϲ και ο αδηϲ ηκολουθι αυτω και εδοθη αυτοιϲ εξουϲια επι το τεταρτον τηϲ γηϲ αποκτειναι εν ρομφαια και λιμω και θανατω και υπο των θηριω τηϲ γηϲ 9και οτε ηνοιξεν την ϲφραγιδαν την ειδον ϋποκατω του θυϲιαϲτηριου ταϲ ψυχαϲ των ανθρωπω των εϲφαγμενω δια τον λογον του θυ και δια την μαρτυριαν και δια την μαρτυριαν ην εϲχο 10και εκραξαν φωνη μεγαλη λεγοντεϲ εωϲ ποτε ο δεϲποτηϲ ο αγιοϲ και αληθινοϲ ου κρινειϲ κ(αι) εκδικηϲειϲ το αιμα ημων εκ των κατοικουντων επι τηϲ γηϲ
Compare: Tischendorf 8th edition (1869)
6καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζώων λέγουσαν, χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς. 7Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζώου λέγοντος, ἔρχου. 8καὶ ἴδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ’ αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. 9Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, ἴδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον. 10καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες, ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
6And I heard a voice in the midst of the four beasts say, A measure of wheat for a penny, and three measures of barley for a penny; and see thou hurt not the oil and the wine. 7And when he had opened the fourth seal, I heard the voice of the fourth beast say, Come and see. 8And I looked, and behold a pale horse: and his name that sat on him was Death, and Hell followed with him. And power was given unto them over the fourth part of the earth, to kill with sword, and with hunger, and with death, and with the beasts of the earth. 9And when he had opened the fifth seal, I saw under the altar the souls of them that were slain for the word of God, and for the testimony which they held: 10And they cried with a loud voice, saying, How long, O Lord, holy and true, dost thou not judge and avenge our blood on them that dwell on the earth?
11και εδοθη αυτοιϲ εκαϲτω ϲτολη λευκη και ερεθη αυτοιϲ ϊνα αναπαυϲωνται επι χρονον μικρο εωϲ πληρωϲωϲι και οι ϲυνδουλοι αυτων και οι αδελφοι αυτων οι μελλοντεϲ αποκτεννεϲθαι υπο αυτω ωϲ και αυτοι 12και ειδον οτε ενυξεν την ϲφραγιδα τη εκτην και ϲιϲμοϲ μεγαϲ εγενετο και ο ηλιοϲ μελαϲ εγενετο ωϲ ϲακκοϲ τριχινοϲ και η ϲεληνη ολη εγενετο ωϲ αιμα 13και οι αϲτερεϲ του ουνου επεϲαν επι την γην ωϲ ϲυκη βαλλουϲα τουϲ ολυθουϲ αυτηϲ απο ανεμου με μειγαλου ϲιομενη 14και ο ουνοϲ απεχωριϲθη ωϲ βιβλιον ελιϲϲομενοϲ και παν οροϲ και βουνοϲ εκ των τοπων εκινηϲαν 15και οι βαϲιλειϲ τηϲ γηϲ και οι μεγιϲτανεϲ και οι χιλιαρχοι και οι πλουϲιοι και ϊϲχυροι και παϲ δουλοϲ εκρυψαν εαυτουϲ ειϲ τα ϲπηλεα και ειϲ ταϲ πετραϲ τω ορεων
Compare: Tischendorf 8th edition (1869)
11καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον μικρόν, ἕως πληρώσωσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί. 12Καὶ ἴδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, 13καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, 14καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων·
11And white robes were given unto every one of them; and it was said unto them, that they should rest yet for a little season, until their fellowservants also and their brethren, that should be killed as they were, should be fulfilled. 12And I beheld when he had opened the sixth seal, and, lo, there was a great earthquake; and the sun became black as sackcloth of hair, and the moon became as blood; 13And the stars of heaven fell unto the earth, even as a fig tree casteth her untimely figs, when she is shaken of a mighty wind. 14And the heaven departed as a scroll when it is rolled together; and every mountain and island were moved out of their places. 15And the kings of the earth, and the great men, and the rich men, and the chief captains, and the mighty men, and every bondman, and every free man, hid themselves in the dens and in the rocks of the mountains;
16και λεγουϲι τοιϲ ορεϲιν και ταιϲ πετραιϲ πεϲεται εφ ημαϲ και κρυψεται ημαϲ απο προϲωπου του καθημενου επι τω θρονω και επι τηϲ οργηϲ του αρνιου 17οτι ηλθεν η ημερα η μεγαλη τηϲ οργηϲ αυτω και τιϲ δυναται ϲταθηναι
Compare: Tischendorf 8th edition (1869)
16καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τῷ θρόνῳ καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, 17ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται σταθῆναι;
16And said to the mountains and rocks, Fall on us, and hide us from the face of him that sitteth on the throne, and from the wrath of the Lamb: 17For the great day of his wrath is come; and who shall be able to stand?
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library