Revelation, Chapter 8
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 328.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και οτε ηνοιξεν την ϲφραγιδα την εβδομην εγενετο ϲιγη εν τω ουνω ωϲ ειμιωριον 2και ϊδον τουϲ επτα αγγελουϲ οι ενωπιον του θυ εϲτηκαϲιν και εδοθηϲα αυτοιϲ επτα ϲαλπιγγεϲ 3και αλλοϲ αγγελοϲ ηλθεν και εϲταθη επι του θυϲιαϲτηριου εχων λιβανωτον χρυϲου και εδοθη αυτω θυμιαματα πολλα ϊνα δωϲει ταιϲ προϲευχαιϲ των αγιω παντων επι το θυϲιαϲτηριον το χρυϲουν ενωπιον του θρονου 4και αναβη καπνοϲ των θυμιαματων ταιϲ προϲευχαιϲ των αγιων εκ χιροϲ του αγγελου ενωπιον του θυ 5και ειληφεν ο αγγελοϲ το λιβανωτον και εγεμιϲεν αυτον εκ του πυροϲ του θυϲιαϲτηριου και εβαλεν ειϲ την γη και εγενοντο βροται και φωναι και αϲτραπαι και ϲειϲμοϲ
Compare: Tischendorf 8th edition (1869)
1Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. 2καὶ ἴδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες. 3καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. 4καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ. 5καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
1And when he had opened the seventh seal, there was silence in heaven about the space of half an hour. 2And I saw the seven angels which stood before God; and to them were given seven trumpets. 3And another angel came and stood at the altar, having a golden censer; and there was given unto him much incense, that he should offer it with the prayers of all saints upon the golden altar which was before the throne. 4And the smoke of the incense, which came with the prayers of the saints, ascended up before God out of the angel’s hand. 5And the angel took the censer, and filled it with fire of the altar, and cast it into the earth: and there were voices, and thunderings, and lightnings, and an earthquake.
6και οι επτα αγγελοι εχοντεϲ ταϲ επτα ϲαλπιγγαϲ ητοιμαϲαν αυτουϲ ϊνα ϲαλπιϲωϲιν 7και ο πρωτοϲ εϲαλπιϲεν και εγενετο χαλαζα και πυρ μεμιγμενον εν αιματι και εβληθη ειϲ τη γην και το τριτον τηϲ γηϲ κατεκαη και το τριτον των δενδρων κατεκαη και παϲ χορτοϲ χλωροϲ κατεκαη · 8και ο δευτεροϲ εϲαλπιϲεν και ωϲ οροϲ μεγα πυρι καιομενον εβληθη ειϲ την θαλαϲϲαν και εγενηθη το τριτον τηϲ θαλαϲϲηϲ αιμα 9και απεθανε το τριτο μεροϲ των κτιϲματων των εν τη θαλαϲϲη τα εχοντα ψυχην και το τριτον των πλοιων διεφθαρηϲαν · 10και ο τριτοϲ αγγελοϲ εϲαλπιϲεν και επεϲεν εκ του ουνου αϲτηρ μεγαϲ καιομενοϲ ωϲ λαμπαϲ και επεϲεν επι το τριτον των ποταμων και επι ταϲ πηγαϲ των ϋδατων
Compare: Tischendorf 8th edition (1869)
6Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν. 7καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένον ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη. 8Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα, 9καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν. 10Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
6And the seven angels which had the seven trumpets prepared themselves to sound. 7The first angel sounded, and there followed hail and fire mingled with blood, and they were cast upon the earth: and the third part of trees was burnt up, and all green grass was burnt up. 8And the second angel sounded, and as it were a great mountain burning with fire was cast into the sea: and the third part of the sea became blood; 9And the third part of the creatures which were in the sea, and had life, died; and the third part of the ships were destroyed. 10And the third angel sounded, and there fell a great star from heaven, burning as it were a lamp, and it fell upon the third part of the rivers, and upon the fountains of waters;
11και το ονομα του αϲτεροϲ λεγεται αψινθιον και λεγεται και εγενετο το τριτον των ϋδατων ειϲ αψινθιον και πολλοι των ανων απεθανον εκ των υδατων οτι επικρανθηϲαν 12και ο τεταρτοϲ αγγελοϲ εϲαλπιϲεν και επληγη το τριτον του ηλιου και το τριτον τηϲ ϲεληνηϲ και το τριτον των αϲτερων ϊνα ϲκοτιϲθη το τριτον αυτων και η ημερα μη φανη το τριτον αυτηϲ και η νυξ ομοιωϲ 13και ειδο και ηκουϲα αετου πετομενου μεϲουρανηματι λεγοντοϲ φωνη μεγαλη · ουαι ουαι · ουαι · τουϲ κατοικουνταϲ επι τηϲ γηϲ εκ των λοιπων φωνων τηϲ ϲαλπιγγοϲ των τριων αγγελων των μελλοντων ϲαλπιζειν
Compare: Tischendorf 8th edition (1869)
11καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν. 12Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως. 13καὶ ἴδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ, οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
11And the name of the star is called Wormwood: and the third part of the waters became wormwood; and many men died of the waters, because they were made bitter. 12And the fourth angel sounded, and the third part of the sun was smitten, and the third part of the moon, and the third part of the stars; so as the third part of them was darkened, and the day shone not for a third part of it, and the night likewise. 13And I beheld, and heard an angel flying through the midst of heaven, saying with a loud voice, Woe, woe, woe, to the inhabiters of the earth by reason of the other voices of the trumpet of the three angels, which are yet to sound!
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library