Acts, Chapter 9
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 304.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ο δε ϲαυλοϲ ενπνεων απιληϲ και φονου ειϲ τουϲ μαθηταϲ του κυ προϲελθων τω αρχϊερει 2ητηϲατο επιϲτολαϲ παρ αυτου ειϲ δαμαϲκον προϲ ταϲ ϲυναγωγαϲ οπωϲ αν τιναϲ ευρη ονταϲ τηϲ οδου ανδραϲ τε και γυναικαϲ δεδεμενουϲ αγαγη ειϲ ϊερουϲαλημʼ · 3εν δε τω πορευεϲθαι εγενετο αυτο εγγιζειν τη δαμαϲκω εξεφνηϲ τε αυτον περιηϲτραψεν φωϲ εκ του ουρανου 4και πεϲων επι την γην ηκουϲεν φωνην λεγουϲα αυτω · ϲαουλ ϲαουλ τι με διωκειϲ · 5ειπεν δε τιϲ ει κε ο δε ειπεν εγω ειμι ιϲ ον ϲυ διωκειϲ 6αλλα αναϲτηθι κ(αι) ειϲελθε ειϲ την πολιν και λαληθηϲεται ϲοι ο τι ϲε δει ποιειν · 7οι δε ανδρεϲ οι ϲυνοδευοντεϲ αυτω ιϲτηκειϲαν ενεοι ακουοντεϲ μεν τηϲ φωνηϲ μηδενα δε ορωντεϲ 8ηγερθη δε ϲαυλοϲ απο τηϲ γηϲ ηνυγμενων δε των οφθαλμων αυτου ουδεν εβλεπεν · χειραγωγουτεϲ δε αυτον ειϲηγαγον ειϲ δαμαϲκο 9και ην ημεραϲ τριϲ μη βλεπων και ουκ εφαγεν ουδε επιεν 10ην δε τιϲ μαθητηϲ εν δαμαϲκω ονοματι ανανιαϲ και ειπεν προϲ αυτο εν οραματι ο κϲ · ανανια ο δε ειπεν ιδου εγω κε
Compare: Tischendorf 8th edition (1869)
1Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ 2ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἄν τινας εὕρῃ ὄντας τῆς ὁδοῦ, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, 4καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ Σαούλ, τί με διώκεις; 5εἶπεν δέ· τίς εἶ, κύριε; ὁ δέ· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 6ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν. 7οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. 8ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἠνοιγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. 10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος· Ἀνανία. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ, κύριε.
1And Saul, yet breathing out threatenings and slaughter against the disciples of the Lord, went unto the high priest, 2And desired of him letters to Damascus to the synagogues, that if he found any of this way, whether they were men or women, he might bring them bound unto Jerusalem. 3And as he journeyed, he came near Damascus: and suddenly there shined round about him a light from heaven: 4And he fell to the earth, and heard a voice saying unto him, Saul, Saul, why persecutest thou me? 5And he said, Who art thou, Lord? And the Lord said, I am Jesus whom thou persecutest: it is hard for thee to kick against the pricks. 6And he trembling and astonished said, Lord, what wilt thou have me to do? And the Lord said unto him, Arise, and go into the city, and it shall be told thee what thou must do. 7And the men which journeyed with him stood speechless, hearing a voice, but seeing no man. 8And Saul arose from the earth; and when his eyes were opened, he saw no man: but they led him by the hand, and brought him into Damascus. 9And he was three days without sight, and neither did eat nor drink. 10And there was a certain disciple at Damascus, named Ananias; and to him said the Lord in a vision, Ananias. And he said, Behold, I am here, Lord.
11ο δε κϲ προϲ αυτον ˙ αναϲταϲ πορευθητι επι τη ρυμην την καλουμενην ευθιαν και ζητηϲον εν οικια ϊουδα ϲαυλον ονοματι ταρϲεα ϊδου γαρ προϲευχεται 12και ϊδεν ανδρα ανανιαν ονοματι ειϲελθοντα και επιθεντα αυτω χιραϲ οπωϲ αναβλεψη · 13απεκριθη δε ανανιαϲ κε ηκουϲα απο πολλων περι του ανδροϲ τουτου οϲα κακα τοιϲ αγιοιϲ ϲου εποιηϲεν εν ϊερουϲαλημʼ · 14και ωδε εχει εξουϲια παρα των αρχϊερεων δηϲαι πανταϲ τουϲ επικαλουμενουϲ το ονομα ϲου15ειπεν δε προϲ αυτο ο κϲ πορευου οτι ϲκευοϲ εκλογηϲ εϲτιν μοι ουτοϲ του βαϲταϲαι το ονομα μου ενωπιο εθνων τε και βαϲιλεων υϊων τε ιϲλ 16εγω γαρ υποδιξω αυτω οϲα δει αυτο ϋπερ του ονοματοϲ μου παθειν 17απηλθεν δε ανανιαϲ και ειϲηλθεν ειϲ την οικιαν και επιθειϲ επ αυτον ταϲ χιραϲ ειπεν · ϲαουλ αδελφε ο κϲ απεϲταλκεν με ιϲ ο οφθειϲ ϲοι εν τη οδω οπωϲ αναβλεψηϲ και πληϲθηϲ πνϲ αγιου 18και ευθεωϲ απεπεϲαν απο των οφθαλμων αυτου ωϲ λεπιδεϲ ανεβλεψεν δε και αναϲταϲ εβαπτιϲθη 19και λαβων τροφη ενϊϲχυϲεν εγενετο δε μετα τω εν δαμαϲκω μαθητων ημεραϲ τιναϲ 20και ευθεωϲ ε ταιϲ ϲυναγωγαιϲ εκηρυϲϲεν τον ιν οτι ουτοϲ εϲτιν ο υϲ του θυ ·
Compare: Tischendorf 8th edition (1869)
11ὁ δὲ κύριος πρὸς αὐτόν, ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12καὶ εἶδεν ἄνδρα Ἀνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας, ὅπως ἀναβλέψῃ. 13ἀπεκρίθη δὲ Ἀνανίας· κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἱερουσαλήμ· 14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. 18καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη, 19καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς, 20καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
11And the Lord said unto him, Arise, and go into the street which is called Straight, and enquire in the house of Judas for one called Saul, of Tarsus: for, behold, he prayeth, 12And hath seen in a vision a man named Ananias coming in, and putting his hand on him, that he might receive his sight. 13Then Ananias answered, Lord, I have heard by many of this man, how much evil he hath done to thy saints at Jerusalem: 14And here he hath authority from the chief priests to bind all that call on thy name. 15But the Lord said unto him, Go thy way: for he is a chosen vessel unto me, to bear my name before the Gentiles, and kings, and the children of Israel: 16For I will shew him how great things he must suffer for my name’s sake. 17And Ananias went his way, and entered into the house; and putting his hands on him said, Brother Saul, the Lord, even Jesus, that appeared unto thee in the way as thou camest, hath sent me, that thou mightest receive thy sight, and be filled with the Holy Ghost. 18And immediately there fell from his eyes as it had been scales: and he received sight forthwith, and arose, and was baptized. 19And when he had received meat, he was strengthened. Then was Saul certain days with the disciples which were at Damascus. 20And straightway he preached Christ in the synagogues, that he is the Son of God.
21εξιϲτατο δε παντεϲ οι ακουοντεϲ και ελεγον ουχ ουτοϲ εϲτιν ο πορθηϲαϲ ειϲ ϊερουϲαλημ τουϲ επικαλουμενουϲ το ονομα τουτο και ωδε ειϲ τουτο εληλυθει ϊνα δεδεμενουϲ αυτουϲ αγαγη επι τουϲ αρχϊερειϲ 22ϲαυλοϲ δε μαλλον ενεδυναμουτο κ(αι) ϲυνεχυννε ϊουδαιουϲ τουϲ κατοικουνταϲ εν δαμαϲκω ϲυμβιβαζων οτι ουτοϲ εϲτιν ο χϲ 23ωϲ δε επληρουντο ημεραι ϊκαναι ϲυνεβουλευϲαντο οι ϊουδαιοι ανελειν αυτον · 24εγνωϲθη δε τω ϲαυλω η επιβουλη αυτων παρετηρουντο δε και ταϲ πυλαϲ ημεραϲ τε και νυκτοϲ οπωϲ αυτον αναιλωϲι 25λαβοντεϲ δε οι μαθηται αυτου νυκτοϲ δια του τιχουϲ καθηκαν αυτον χαλαϲαντεϲ εν ϲφυριδι · 26παραγενομενοϲ δε ειϲ ιηλμ επιραζεν κολλαϲθαι τοιϲ μαθηταιϲ και παντεϲ εφοβουντο αυτον μη πιϲτευοντεϲ οτι εϲτιν μαθητηϲ 27βαρναβαϲ δε επιλαβομενοϲ αυτον ηγαγεν προϲ τουϲ αποϲτολουϲ και διηγηϲατο αυτοιϲ πωϲ εν τη οδω ειδεν τον κν και οτι ελαληϲεν αυτω πωϲ εν δαμαϲκω επαρρηϲιαϲατο ε τω ονοματι του ιυ 28και ην μετ αυτω ειϲπορευομενοϲ και εκπορευομενοϲ ειϲ ϊηλμ παρηϲιαζομενοϲ εν τω ονοματι του κυ 29ελαλει τε και ϲυνεζητει τε προϲ τουϲ ελληνιϲταϲ οι δε επεχιρουν ανελειν αυτον · 30επιγνοντεϲ δε οι αδελφοι κατηγαγον αυτο ειϲ καιϲαριαν και εξαπεϲτιλαν αυτο ειϲ ταρϲον
Compare: Tischendorf 8th edition (1869)
21ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας εἰς Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. 23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· 25λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι. 26Παραγενόμενος δὲ εἰς Ἱερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ. 28καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἱερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου, 29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν. 30ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάριαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
21But all that heard him were amazed, and said; Is not this he that destroyed them which called on this name in Jerusalem, and came hither for that intent, that he might bring them bound unto the chief priests? 22But Saul increased the more in strength, and confounded the Jews which dwelt at Damascus, proving that this is very Christ. 23And after that many days were fulfilled, the Jews took counsel to kill him: 24But their laying await was known of Saul. And they watched the gates day and night to kill him. 25Then the disciples took him by night, and let him down by the wall in a basket. 26And when Saul was come to Jerusalem, he assayed to join himself to the disciples: but they were all afraid of him, and believed not that he was a disciple. 27But Barnabas took him, and brought him to the apostles, and declared unto them how he had seen the Lord in the way, and that he had spoken to him, and how he had preached boldly at Damascus in the name of Jesus. 28And he was with them coming in and going out at Jerusalem. 29And he spake boldly in the name of the Lord Jesus, and disputed against the Grecians: but they went about to slay him. 30Which when the brethren knew, they brought him down to Caesarea, and sent him forth to Tarsus.
31η μεν ουν εκκληϲια καθ οληϲ τηϲ ϊουδαιαϲ και γαλιλαιαϲ και ϲαμαριαϲ ειχε ειρηνην οικοδομουμενη και πορευομενη τω φοβω του κυ και τη παρακληϲει του αγιου πνϲ επληθυνετο 32εγενετο δε πετρον διερχομενον δια παντων κατελθι και προϲ τουϲ αγιουϲ τουϲ κατοικουταϲ εν λυδδα · 33ευρε δε εκει ανθρωπον τινα ονοματι αινεαν εξ ετων οκτω κατακειμενον επι κραβακτου οϲ η παραλελυμενοϲ 34και ειπεν αυτω ο πετροϲ αινεα ϊαται ϲε ιϲ χϲ αναϲτηθι και ϲτρωϲον ϲεαυτω και ευθεωϲ ανεϲτη 35και ειδο αυτον παντεϲ οι κατοικουντεϲ λυδδα και ϲαρρωνα οιτινεϲ επεϲτρεψα επι τον κν 36εν ϊοππη δε τιϲ ην μαθητρια ονοματι ταβιθα η διερμηνευομενη λεγεται δορκαϲ αυτη ην πληρηϲ αγαθων εργων και ελαιημοϲυνων ων εποιει 37εγενετο δε εν ταιϲ ημεραιϲ εκιναιϲ αϲθενηϲαϲαν αυτην αποθανιν λουϲαντεϲ δε εθηκαν αυτην εν υπερωω 38εγγυϲ δε ουϲηϲ λυδδαϲ τη ϊοππη οι μαθηται ακουϲαντεϲ οτι πετροϲ εϲτιν εν αυτη απεϲτιλα δυο ανδραϲ προϲ αυτον παρακαλουτεϲ μη οκνηϲηϲ διελθιν εωϲ ημω 39αναϲταϲ δε πετροϲ ϲυνηλθεν αυτοιϲ ον παραγενομενο ανηγαγον ειϲ το ϋπερωον και παρεϲτηϲαν αυτω παϲαι αι χηραι κλεουϲαι και επιδικνυμεναι χιτωναϲ και ϊματια οϲα εποιει μετ αυτων ουϲα η δορκαϲ 40εκβαλων δε εξω πανταϲ ο πετροϲ και θειϲ τα γονατα προϲηϋξατο και επιϲτρεψαϲ προϲ το ϲωμα ειπεν ταβιθα αναϲτηθι η δε ηνοιξε τουϲ οφθαλμουϲ αυτηϲ και ϊδουϲα τον πετρον ανεκαθιϲεν
Compare: Tischendorf 8th edition (1869)
31Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρίας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο. 32ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. 33εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος. 34καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη. 35καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. 36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ. 38ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν. 39ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς. 40ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
31Then had the churches rest throughout all Judaea and Galilee and Samaria, and were edified; and walking in the fear of the Lord, and in the comfort of the Holy Ghost, were multiplied. 32And it came to pass, as Peter passed throughout all quarters, he came down also to the saints which dwelt at Lydda. 33And there he found a certain man named Aeneas, which had kept his bed eight years, and was sick of the palsy. 34And Peter said unto him, Aeneas, Jesus Christ maketh thee whole: arise, and make thy bed. And he arose immediately. 35And all that dwelt at Lydda and Saron saw him, and turned to the Lord. 36Now there was at Joppa a certain disciple named Tabitha, which by interpretation is called Dorcas: this woman was full of good works and almsdeeds which she did. 37And it came to pass in those days, that she was sick, and died: whom when they had washed, they laid her in an upper chamber. 38And forasmuch as Lydda was nigh to Joppa, and the disciples had heard that Peter was there, they sent unto him two men, desiring him that he would not delay to come to them. 39Then Peter arose and went with them. When he was come, they brought him into the upper chamber: and all the widows stood by him weeping, and shewing the coats and garments which Dorcas made, while she was with them. 40But Peter put them all forth, and kneeled down, and prayed; and turning him to the body said, Tabitha, arise. And she opened her eyes: and when she saw Peter, she sat up.
41δουϲ δε αυτη χειρα ανεϲτηϲεν αυτη φωνηϲαϲ δε τουϲ αγιουϲ και ταϲ χηραϲ παρεϲτηϲεν αυτην ζωϲαν ·42γνωϲτον δε εγενετο καθ οληϲ τηϲ ϊοππηϲ και επιϲτευϲαν πολλοι επι το κν ˙ 43εγενετο δε ημεραϲ ϊκαναϲ μιναι εν ϊοππη παρα τινι ϲιμωνι βυρϲει
Compare: Tischendorf 8th edition (1869)
41δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον. 43ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
41And he gave her his hand, and lifted her up, and when he had called the saints and widows, presented her alive. 42And it was known throughout all Joppa; and many believed in the Lord. 43And it came to pass, that he tarried many days in Joppa with one Simon a tanner.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library